Kitap 5
τοὺς δʼ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομένην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας· οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθένειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρʼ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσάπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι.
πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης αὐτοῦ τῆς γενέσεως. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.
ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.
περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρʼ αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι· τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους παραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον· τήν τε γὰρ παρʼ Ἀθηναίοις ἐν Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρʼ αὐτοῖς μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γινώσκειν.
τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας. Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτʼ εἰς Αἴγυπτον· ἐν δὲ τούτοις τοῖς τόποις μάλιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν παρὰ τοῖς εὖ παθοῦσιν.
ὁμοίως δʼ Ἀφροδίτην ἐνδιατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν· διὰ δὲ τὴν ἐπιφάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφροδίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ καὶ Συρίαν.
ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖστον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δʼ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην· διόπερ
ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρʼ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δʼ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν Κρήτῃ γεγεννημένων.
τιμᾶται δὲ καὶ παρὰ τοῖς Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρʼ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ. παραπλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δʼ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον.
μετὰ δὲ τὰς τῶν θεῶν γενέσεις ὕστερον πολλαῖς γενεαῖς φασι γενέσθαι κατὰ τὴν Κρήτην ἥρωας οὐκ ὀλίγους, ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα. τούτους γὰρ μυθολογοῦσιν ἐκ Διὸς γεγεννῆσθαι καὶ τῆς Ἀγήνορος Εὐρώπης, ἥν φασιν ἐπὶ ταύρου διακομισθῆναι προνοίᾳ θεῶν εἰς τὴν Κρήτην.
Μίνω μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι τῆς νήσου, καὶ κτίσαι πόλεις οὐκ ὀλίγας ἐν αὐτῇ, τούτων δʼ ἐπιφανεστάτας τρεῖς, Κνωσὸν μὲν ἐν τοῖς πρὸς τὴν Ἀσίαν νεύουσι μέρεσι τῆς νήσου, Φαιστὸν δʼ ἐπὶ θαλάττης ἐστραμμένην ἐπὶ μεσημβρίαν, Κυδωνίαν δʼ ἐν τοῖς πρὸς ἑσπέραν κεκλιμένοις τόποις κατʼ ἀντικρὺ τῆς Πελοποννήσου.
θεῖναι δὲ καὶ νόμους τοῖς Κρησὶν οὐκ ὀλίγους, προσποιούμενον παρὰ Διὸς τοῦ πατρὸς λαμβάνειν, συνερχόμενον εἰς λόγους αὐτῷ κατά τι σπήλαιον. κτήσασθαι δὲ καὶ δύναμιν ναυτικὴν μεγάλην, καὶ τῶν τε νήσων τὰς πλείστας καταστρέψασθαι καὶ πρῶτον τῶν Ἑλλήνων θαλαττοκρατῆσαι.
μεγάλην δὲ δόξαν περιποιησάμενον ἐπʼ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, καταστρέψαι τὸν βίον ἐν Σικελίᾳ κατὰ τὴν ἐπὶ Κώκαλον στρατείαν, περὶ ἧς τὰ κατὰ μέρος ἀνεγράψαμεν ὅτε τὰ περὶ Δαίδαλον ἀνεγράφομεν, διʼ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι.
Ῥαδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσεβέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπενηνοχέναι τιμωρίαν. κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλαττίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην. τὸν δὲ Ῥαδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν διʼ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν οἰνοποιίαν.
τῶν δʼ ἄλλων τῶν περὶ αὐτὸν ἡγεμόνων ἑκάστῳ νῆσον ἢ πόλιν δωρήσασθαι λέγουσι τὸν Ῥαδάμανθυν, Θόαντι μὲν Λῆμνον, Ἐνυεῖ δὲ Κύρνον, Σταφύλῳ δὲ Πεπάρηθον, Εὐάνθει δὲ Μαρώνειαν, Ἀλκαίῳ δὲ Πάρον, Ἀνίωνι δὲ Δῆλον, Ἀνδρεῖ δὲ τὴν ἀπʼ ἐκείνου κληθεῖσαν Ἄνδρον. διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθʼ ᾅδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονηρούς. τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα καὶ μάλιστα δικαιοσύνης πεφροντικότα.
τὸν δὲ τρίτον ἀδελφὸν Σαρπηδόνα φασὶ μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διαβάντα κατακτήσασθαι τοὺς περὶ Λυκίαν τόπους. Εὔανδρον δὲ γενόμενον υἱὸν αὐτοῦ διαδέξασθαι τὴν ἐν Λυκίᾳ βασιλείαν, καὶ γήμαντα Δηιδάμειαν τὴν Βελλεροφόντου τεκνῶσαι Σαρπηδόνα τὸν ἐπὶ Τροίαν μὲν στρατεύσαντα μετʼ Ἀγαμέμνονος, ὑπό τινων δὲ Διὸς υἱὸν ὀνομαζόμενον.
Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετʼ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.
τούτων δʼ ἡμῖν διευκρινημένων λείπεται περὶ τῶν ἐπιμιχθέντων ἐθνῶν τοῖς Κρησὶ διελθεῖν. ὅτι μὲν οὖν πρῶτοι κατῴκησαν τὴν νῆσον οἱ προσαγορευθέντες μὲν Ἐτεόκρητες, δοκοῦντες δʼ ὑπάρχειν αὐτόχθονες, προειρήκαμεν· μετὰ δὲ τούτους πολλαῖς γενεαῖς ὕστερον Πελασγοὶ πλανώμενοι διὰ τὰς συνεχεῖς στρατείας καὶ μεταναστάσεις καταντήσαντες εἰς τὴν Κρήτην μέρος τῆς νήσου κατῴκησαν.
τρίτον δὲ γένος φασὶ τῶν Δωριέων παραβαλεῖν εἰς τὴν νῆσον ἡγουμένου Τεκτάμου τοῦ Δώρου· τούτου δὲ τοῦ λαοῦ μέρος τὸ μὲν πλέον ἀθροισθῆναι λέγουσιν ἐκ τῶν περὶ τὸν Ὄλυμπον τόπων, τὸ δέ τι μέρος ἐκ τῶν κατὰ τὴν Λακωνικὴν Ἀχαιῶν διὰ τὸ τὴν ἀφορμὴν τὸν Δῶρον ἐκ τῶν περὶ Μαλέαν τόπων ποιῆσαι. τέταρτον δὲ γένος συμμιγῆναί φασιν εἰς τὴν Κρήτην μιγάδων βαρβάρων τῶν διὰ τὸν χρόνον ἐξομοιωθέντων τῇ διαλέκτῳ τοῖς ἐγχωρίοις Ἕλλησι.
μετὰ δὲ ταῦτα τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν ἰσχύσαντας ὑπὸ μίαν ἀγαγεῖν συντέλειαν τὰ ἔθνη τὰ κατὰ τὴν νῆσον. τὸ δὲ τελευταῖον μετὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν Ἀργεῖοι καὶ Λακεδαιμόνιοι πέμποντες ἀποικίας ἄλλας τέ τινας νήσους ἔκτισαν καὶ ταύτης τῆς νήσου κατακτησάμενοι πόλεις τινὰς ᾤκησαν ἐν αὐταῖς· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν.
ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδῃ τῷ θεολόγῳ προσσχόντες, ἃ δὲ Δωσιάδῃ καὶ Σωσικράτει καὶ Λαοσθενίδᾳ.
ἐπεὶ δὲ περὶ Κρήτης ἱκανῶς διήλθομεν, περὶ τῆς Λέσβου νῦν λέγειν ἐπιχειρήσομεν. ταύτην γὰρ τὴν νῆσον τὸ παλαιὸν ᾤκησε πλείω γένη, πολλῶν μεταναστάσεων ἐν αὐτῇ γενομένων. ἐρήμου γὰρ οὔσης αὐτῆς πρώτους Πελασγοὺς κατασχεῖν αὐτὴν τοιῷδέ τινι τρόπῳ.
Ξάνθος ὁ Τριόπου τῶν ἐξ Ἄργους Πελασγῶν βασιλεύων, καὶ κατασχὼν μέρος τι τῆς Λυκίας χώρας, τὸ μὲν πρῶτον ἐν αὐτῇ κατοικῶν ἐβασίλευε τῶν συνακολουθησάντων Πελασγῶν, ὕστερον δὲ περαιωθεὶς εἰς τὴν Λέσβον οὖσαν ἔρημον τὴν μὲν χώραν τοῖς λαοῖς ἐμέρισε, τὴν δὲ νῆσον ἀπὸ τῶν κατοικούντων αὐτὴν Πελασγίαν ὠνόμασε, τὸ πρὸ τοῦ καλουμένην Ἴσσαν.
ὕστερον δὲ γενεαῖς ἑπτὰ γενομένου τοῦ κατὰ Δευκαλίωνα κατακλυσμοῦ καὶ πολλῶν ἀνθρώπων ἀπολομένων, συνέβη καὶ τὴν Λέσβον διὰ τὴν ἐπομβρίαν ἐρημωθῆναι. μετὰ δὲ ταῦτα Μακαρεὺς εἰς αὐτὴν ἀφικόμενος, καὶ τὸ κάλλος τῆς χώρας κατανοήσας, κατῴκησεν αὐτήν.
ἦν δʼ ὁ Μακαρεὺς υἱὸς μὲν Κρινάκου τοῦ Διός, ὥς φησιν Ἡσίοδος καὶ ἄλλοι τινὲς τῶν ποιητῶν, κατοικῶν δʼ ἐν Ὠλένῳ τῆς τότε μὲν Ἰάδος, νῦν δʼ Ἀχαΐας καλουμένης. εἶχε δὲ λαοὺς ἠθροισμένους, τοὺς μὲν Ἴωνας, τοὺς δʼ ἐξ ἄλλων ἐθνῶν παντοδαπῶν συνερρυηκότας.
καὶ τὸ μὲν πρῶτον τὴν Λέσβον κατῴκησε, μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον αὐξόμενος διά τε τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν ἰδίαν ἐπιείκειάν τε καὶ δικαιοσύνην τὰς σύνεγγυς νήσους κατεκτᾶτο, καὶ διεμέριζε τὴν χώραν ἔρημον οὖσαν.
κατὰ δὲ τούτους τοὺς χρόνους Λέσβος ὁ Λαπίθου τοῦ Αἰόλου τοῦ Ἱππότου κατά τι πυθόχρηστον μετʼ οἰκητόρων πλεύσας εἰς τὴν προειρημένην νῆσον, καὶ γήμας τὴν θυγατέρα τοῦ Μακαρέως Μήθυμναν, κοινῇ κατῴκησε, γενόμενος δʼ ἐπιφανὴς ἀνὴρ τήν τε νῆσον Λέσβον ὠνόμασεν ἀφʼ ἑαυτοῦ καὶ τοὺς λαοὺς Λεσβίους προσηγόρευσε.
Μακαρεῖ δὲ θυγατέρες ἐγένοντο σὺν ἄλλαις Μυτιλήνη καὶ Μήθυμνα, ἀφʼ ὧν αἱ πόλεις ἔσχον τὴν προσηγορίαν. ὁ δὲ Μακαρεὺς ἐπιβαλλόμενος τὰς σύνεγγυς νήσους ἰδίας κατασκευάζειν ἐξέπεμψεν ἀποικίαν εἰς πρώτην τὴν Χίον, ἑνὶ τῶν ἑαυτοῦ παίδων παραδοὺς τὴν ἡγεμονίαν·
μετὰ δὲ ταῦτα εἰς τὴν Σάμον ἕτερον ἐξέπεμψε τὸν ὀνομαζόμενον Κυδρόλαον, ὃς ἐν ταύτῃ κατοικήσας καὶ τὴν νῆσον κατακληρουχήσας ἐβασίλευεν αὐτῆς· τρίτην δὲ τὴν Κῶ κατοικίσας ἀπέδειξεν αὐτῆς βασιλέα Νέανδρον· ἑξῆς δʼ εἰς τὴν Ῥόδον Λεύκιππον ἐξέπεμψε μετὰ συχνῶν οἰκητόρων, οὓς οἱ τὴν Ῥόδον κατοικοῦντες διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἄσμενοι προσεδέξαντο καὶ κοινῇ τὴν νῆσον ᾤκησαν.
τὴν δʼ ἀντιπέρας τῶν νήσων κατʼ ἐκείνους τοὺς καιροὺς συνέβη διὰ τὸν κατακλυσμὸν μεγάλας καὶ δεινὰς κατασχεῖν ἀτυχίας· διὰ μὲν γὰρ τὰς ἐπομβρίας ἐπὶ πολλοὺς χρόνους ἐφθαρμένων τῶν καρπῶν σπάνις τε τῶν ἐπιτηδείων ὑπῆρχε καὶ λοιμικὴ κατάστασις ἐπεῖχε τὰς πόλεις διὰ τὴν τοῦ ἀέρος φθοράν.
αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγεμον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν. διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας.
ἔνιοι δέ φασιν αὐτὰς μακάρων νήσους ὠνομάσθαι ἀπὸ Μακαρέως καὶ Ἴωνος ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων αὐτῶν. καθόλου δʼ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαιμονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν·
ἀρετῇ γὰρ χώρας καὶ τόπων εὐκαιρίαις, ἔτι δʼ ἀέρων κράσει, καλλιστεύουσαι κατὰ λόγον καλοῦνται καὶ πρὸς ἀλήθειαν εἰσὶν εὐδαίμονες. αὐτὸς δʼ ὁ Μακαρεὺς ἐν τῇ Λέσβῳ βασιλεύων πρῶτον μὲν νόμον ἔγραψε πολλὰ τῶν κοινῇ συμφερόντων περιέχοντα, ὠνόμασε δʼ αὐτὸν λέοντα, ἀπὸ τῆς τοῦ ζῴου δυνάμεως καὶ ἀλκῆς θέμενος τὴν προσηγορίαν.
ὕστερον δὲ τῆς κατὰ τὴν Λέσβον ἀποικίας ἱκανοῖς τισι χρόνοις συνέβη τὴν νῆσον τὴν ὀνομαζομένην Τένεδον κατοικισθῆναι τοιῷδέ τινι τρόπῳ. Τέννης ἦν υἱὸς μὲν Κύκνου τοῦ βασιλεύσαντος Κολώνης τῆς ἐν τῇ Τρῳάδι, ἀνὴρ δʼ ἐπίσημος διʼ ἀρετήν.
οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν· κατακληρουχήσας δʼ αὐτὴν τοῖς ὑπʼ αὐτὸν ταττομένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τένεδον.
πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀποδοχῆς ἐτύγχανε, τελευτήσας δʼ ἀθανάτων τιμῶν ἠξιώθη· καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέχρι τῶν νεωτέρων καιρῶν.
οὐ παραλειπτέον δʼ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου· Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι· ταύτην δʼ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι.
κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνελόντος καθʼ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα. περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν.
ἐπεὶ δὲ περὶ τῶν ἀξιολογωτάτων νήσων διήλθομεν, περὶ τῶν ἐλαττόνων ἀναγράψομεν. τῶν γὰρ Κυκλάδων νήσων τὸ παλαιὸν ἐρήμων οὐσῶν Μίνως ὁ Διὸς καὶ Εὐρώπης, βασιλεύων τῆς Κρήτης καὶ μεγάλας δυνάμεις ἔχων πεζάς τε καὶ ναυτικάς, ἐθαλαττοκράτει καὶ πολλὰς ἀποικίας ἐξαπέστειλεν ἐκ τῆς Κρήτης, τῶν δὲ Κυκλάδων νήσων τὰς πλείους κατῴκισε καὶ τοῖς λαοῖς κατεκληρούχησεν, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας τῆς παραθαλαττίου κατέσχε.
διόπερ ἐν ταῖς νήσοις ἅμα καὶ κατὰ τὴν Ἀσίαν τὰς ἐπωνυμίας ἔχουσι Κρητῶν λιμένες καὶ Μινῷαι καλούμεναι. ὁ δὲ Μίνως ἐπὶ πολὺ τῇ δυναστείᾳ προκόπτων, καὶ τὸν ἀδελφὸν Ῥαδάμανθυν ἔχων πάρεδρον τῇ βασιλείᾳ, τούτῳ μὲν ἐφθόνησεν ἐπὶ δικαιοσύνῃ θαυμαζομένῳ, βουλόμενος δʼ αὐτὸν ἐκποδὼν ποιήσασθαι εἰς τὰς ἐσχατιὰς τῆς ὑπʼ αὐτὸν τεταγμένης χώρας ἐξέπεμψεν.