Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 5

78.3 θεῖναι δὲ καὶ νόμους τοῖς Κρησὶν οὐκ ὀλίγους, προσποιούμενον παρὰ Διὸς τοῦ πατρὸς λαμβάνειν, συνερχόμενον εἰς λόγους αὐτῷ κατά τι σπήλαιον. κτήσασθαι δὲ καὶ δύναμιν ναυτικὴν μεγάλην, καὶ τῶν τε νήσων τὰς πλείστας καταστρέψασθαι καὶ πρῶτον τῶν Ἑλλήνων θαλαττοκρατῆσαι.
78.4 μεγάλην δὲ δόξαν περιποιησάμενον ἐπʼ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, καταστρέψαι τὸν βίον ἐν Σικελίᾳ κατὰ τὴν ἐπὶ Κώκαλον στρατείαν, περὶ ἧς τὰ κατὰ μέρος ἀνεγράψαμεν ὅτε τὰ περὶ Δαίδαλον ἀνεγράφομεν, διʼ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι.
79.1 Ῥαδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσεβέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπενηνοχέναι τιμωρίαν. κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλαττίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην. τὸν δὲ Ῥαδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν διʼ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν οἰνοποιίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi