Kitap 4
56.1
καθόλου δὲ διὰ τὴν τῶν τραγῳδῶν τερατείαν ποικίλη τις διάθεσις καὶ διάφορος ἱστορία περὶ Μηδείας ἐξενήνεκται, καί τινες χαρίζεσθαι βουλόμενοι τοῖς Ἀθηναίοις φασὶν αὐτὴν ἀναλαβοῦσαν τὸν ἐξ Αἰγέως Μῆδον εἰς Κόλχους διασωθῆναι· κατὰ δὲ τοῦτον τὸν χρόνον Αἰήτην ἐκ τῆς βασιλείας ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην· μετὰ δὲ ταῦτα δυνάμεως ἐγκρατῆ γενόμενον τὸν Μῆδον πολλὴν ἐπελθεῖν τῆς ὑπὲρ τὸν Πόντον Ἀσίας, καὶ κατασχεῖν τὴν ἀπʼ ἐκείνου Μηδίαν προσαγορευθεῖσαν.
56.2
ἀλλὰ γὰρ τὸ πάσας τὰς ἀποφάσεις τῶν περὶ τῆς Μηδείας μυθολογησάντων ἀναγράφειν οὐκ ἀναγκαῖον ἅμα καὶ μακρὸν εἶναι κρίνοντες τὰ καταλειπόμενα τῆς περὶ τῶν Ἀργοναυτῶν ἱστορίας προσθήσομεν.
56.3
οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπʼ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν. ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ τοῦ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθʼ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γινομένους Γαδείρων εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι.