Kitap 4
55.3
οὐκ ἀγνοῶ δὲ διότι περὶ τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν, ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς.
55.4
τὴν δʼ οὖν Μήδειαν ἐν Θήβαις φασὶ καταλαβοῦσαν Ἡρακλέα μανικῷ πάθει συνεχόμενον καὶ τοὺς υἱοὺς ἀπεκταγκότα, φαρμάκοις αὐτὸν ἰάσασθαι. τοῦ δʼ Εὐρυσθέως ἐπικειμένου τοῖς προστάγμασιν, ἀπογνοῦσαν τὴν κατὰ τὸ παρὸν ἐκ τούτου βοήθειαν καταφυγεῖν εἰς Ἀθήνας πρὸς Αἰγέα τὸν Πανδίονος.
55.5
ἐνταῦθα δʼ οἱ μέν φασιν αὐτὴν Αἰγεῖ συνοικήσασαν γεννῆσαι Μῆδον τὸν ὕστερον Μηδίας βασιλεύσαντα, τινὲς δʼ ἱστοροῦσιν ὑφʼ Ἱππότου τοῦ Κρέοντος ἐξαιτουμένην τυχεῖν κρίσεως καὶ τῶν ἐγκλημάτων ἀπολυθῆναι.
55.6
μετὰ δὲ ταῦτα Θησέως ἐπανελθόντος ἐκ Τροιζῆνος εἰς τὰς Ἀθήνας, ἐγκληθεῖσαν ἐπὶ φαρμακείᾳ φυγεῖν ἐκ τῆς πόλεως· δόντος δʼ Αἰγέως τοὺς παραπέμψοντας εἰς ἣν βούλοιτο χώραν, εἰς τὴν Φοινίκην κομισθῆναι.
55.7
ἐντεῦθεν δʼ εἰς τοὺς ἄνω τόπους τῆς Ἀσίας ἀναβᾶσαν συνοικῆσαί τινι τῶν ἐπιφανῶν βασιλέων, ἐξ οὗ γεννῆσαι παῖδα Μῆδον· καὶ τὸν παῖδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν διαδεξάμενον τὴν βασιλείαν θαυμασθῆναί τε κατὰ τὴν ἀνδρείαν καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Μήδους ὀνομάσαι.