Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

31.4 διὰ δὲ τὸν τούτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον. ὁ μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας μὴ προσδέξασθαι τὸν καθαρμόν·
31.5 ὁ δʼ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δʼ ἀπολυθῆναι τῆς νόσου ἐπηρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας. τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παισίν, ἀναγκαζόμενος πείθεσθαι ὑπὸ τῆς νόσου τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν. ἐκεῖ δʼ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένου δοῦλος ἐγένετο Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων.
31.6 καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, ὁ δʼ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε.
31.7 τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi