Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

67.2 τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι. ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
70.4 πολλοῦ δὲ κατὰ τὴν φυγὴν γενομένου φόνου, τὸ τελευταῖον οἱ μὲν Πέρσαι τὸ πλέον μέρος τῆς δυνάμεως ἀποβαλόντες κατέφυγον ἐπὶ τὸ καλούμενον Λευκὸν τεῖχος, οἱ δʼ Ἀθηναῖοι ταῖς ἰδίαις ἀνδραγαθίαις νίκημα περιπεποιημένοι συνεδίωξαν τοὺς βαρβάρους εἰς τὸ προκείμενον χωρίον, καὶ οὐκ ἀφίσταντο τῆς πολιορκίας.
70.8 τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔθνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναικός, ἀπὸ τοῦ κυριωτέρου μέρους τὴν διάθεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσθαι νομίζων.
54.3 τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ. συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
70.5 Ἀρταξέρξης δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν, τὸ μὲν πρῶτον ἀπέστειλέ τινας τῶν φίλων μετὰ πολλῶν χρημάτων εἰς τὴν Λακεδαίμονα, καὶ τοὺς Λακεδαιμονίους ἠξίου πόλεμον ἐξενεγκεῖν τοῖς Ἀθηναίοις, νομίζων οὕτω τοὺς ἐν Αἰγύπτῳ νικῶντας Ἀθηναίους ἀποπλεύσειν εἰς τὰς Ἀθήνας βοηθήσοντας τῇ πατρίδι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi