Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

55.1 κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰθίοπας τοὺς πρὸς τῇ μεσημβρίᾳ κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔθνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας.
66.2 ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας· αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.
73.1 οὗτοι τῆς ἐκ τῶν ἀρχαιρεσιῶν τιμῆς ἀπελαυνόμενοι χαλεπῶς ἔφερον, καὶ συμφρονήσαντες ἀπέστησαν τῶν Συρακοσίων, καὶ τῆς πόλεως κατελάβοντο τήν τε Ἀχραδινὴν καὶ τὴν Νῆσον, ἀμφοτέρων τῶν τόπων τούτων ἐχόντων ἴδιον τεῖχος καλῶς κατεσκευασμένον.
69.2 ἔπειτʼ εἰς μὲν τὴν Ἐρυθρὰν θάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο καὶ τῆς ἠπείρου τὰ παρὰ θάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῇ τὴν πορείαν ποιησάμενος κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν.
66.3 διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi