Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

17.1 Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας, συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν.
17.2 διεβεβόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δʼ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σώματων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων· ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν, προσετετάχει τὸν προειρημένον ἆθλον.
17.3 ὁ δʼ Ἡρακλῆς ἀκολούθως ταῖς προκατειργασμέναις πράξεσι τεθαρρηκότως ὑπέστη τοὺς κινδύνους. καὶ τὰς μὲν δυνάμεις ἤθροισεν εἰς Κρήτην, κεκρικὼς ἐκ ταύτης ποιεῖσθαι τὴν ὁρμήν· σφόδρα γὰρ εὐφυῶς ἡ νῆσος αὕτη κεῖται πρὸς τὰς ἐφʼ ὅλην τὴν οἰκουμένην στρατείας. πρὸ δὲ τῆς ἀναγωγῆς τιμηθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγαλοπρεπῶς, καὶ βουλόμενος τοῖς Κρησὶ χαρίσασθαι, καθαρὰν ἐποίησε τὴν νῆσον τῶν θηρίων. διόπερ ἐν τοῖς ὕστερον χρόνοις οὐδὲν ἔτι τῶν ἀγρίων ζῴων ὑπῆρχεν ἐν τῇ νήσῳ, οἷον ἄρκτων, λύκων, ὄφεων ἢ τῶν ἄλλων τῶν τοιούτων. ταῦτα δʼ ἔπραξεν ἀποσεμνύνων τὴν νῆσον, ἐν ᾗ μυθολογοῦσι καὶ γενέσθαι καὶ τραφῆναι τὸν Δία.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi