Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

66.2 γεννηθέντος γὰρ τοῦ Σεσοώσιος ἐποίησεν ὁ πατὴρ αὐτοῦ μεγαλοπρεπές τι καὶ βασιλικόν· τοὺς γὰρ κατὰ τὴν αὐτὴν ἡμέραν γεννηθέντας παῖδας ἐξ ὅλης τῆς Αἰγύπτου συναγαγὼν καὶ τροφοὺς καὶ τοὺς ἐπιμελησομένους ἐπιστήσας τὴν αὐτὴν ἀγωγὴν καὶ παιδείαν ὥρισε τοῖς πᾶσιν, ὑπολαμβάνων τοὺς μάλιστα συντραφέντας καὶ τῆς αὐτῆς παρρησίας κεκοινωνηκότας εὐνουστάτους καὶ συναγωνιστὰς ἐν τοῖς πολέμοις ἀρίστους ἔσεσθαι.
51.4 τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
65.6 ὁ δὲ τρωθεὶς καὶ οὐδὲν παθὼν ὑπὸ τῆς πληγῆς ἠμύνατο τὸν Ἀρτάβανον καὶ κατενέγκας αὐτοῦ πληγὴν καιρίαν ἀπέκτεινε. παραδόξως δὲ σωθεὶς ὁ Ἀρταξέρξης καὶ τὸν φονέα τοῦ πατρὸς τετιμωρημένος παρέλαβε τὴν τῶν Περσῶν βασιλείαν. Ξέρξης μὲν οὖν τὸν εἰρημένον τρόπον ἐτελεύτησε, βασιλεύσας τῶν Περσῶν ἔτη πλείω τῶν εἴκοσι, τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη τετταράκοντα.
66.3 πάντα δὲ δαψιλῶς χορηγήσας διεπόνησε τοὺς παῖδας ἐν γυμνασίοις συνεχέσι καὶ πόνοις· οὐδενὶ γὰρ αὐτῶν ἐξῆν προσενέγκασθαι τροφήν, εἰ μὴ πρότερον δράμοι σταδίους ἑκατὸν καὶ ὀγδοήκοντα.
51.5 πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi