Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

79.5 οὐ μὴν ἀλλʼ οἱ κατὰ τὴν Σικελίαν Κρῆτες μετὰ τὴν Μίνωος τελευτὴν ἐστασίασαν διὰ τὴν ἀναρχίαν, τῶν δὲ νεῶν ὑπὸ τῶν περὶ τὸν Κώκαλον Σικανῶν ἐμπυρισθεισῶν τὴν μὲν εἰς τὰς πατρίδας ἐπάνοδον ἀπέγνωσαν, κρίναντες δʼ ἐν τῇ Σικελίᾳ κατοικεῖν, οἱ μὲν ἐνταῦθα πόλιν ᾤκισαν ἣν ἀπὸ τοῦ βασιλέως αὐτῶν Μινῴαν ὠνόμασαν, οἱ δὲ διὰ τῆς μεσογείου πλανηθέντες καὶ καταλαβόμενοι χωρίον ὀχυρὸν ἔκτισαν πόλιν ἣν ἀπὸ τῆς ἐν τῇ πόλει ῥεούσης πηγῆς ὠνόμασαν Ἔγγυον.
79.6 ὕστερον δὲ μετὰ τὴν τῆς Τροίας ἅλωσιν Μηριόνου τοῦ Κρητὸς προσενεχθέντος τῇ Σικελίᾳ, προσεδέξαντο τοὺς καταπλεύσαντας Κρῆτας διὰ τὴν συγγένειαν καὶ τῆς πολιτείας μετέδοσαν, ὁρμώμενοι δʼ ἐξ ὀχυρᾶς πόλεως καὶ καταπολεμήσαντές τινας τῶν περιοίκων ἱκανὴν κατεκτήσαντο χώραν.
79.7 ἀεὶ δὲ μᾶλλον αὐξόμενοι, καὶ κατασκευάσαντες ἱερὸν τῶν Μητέρων, διαφόρως ἐτίμων τὰς θεάς, ἀναθήμασι πολλοῖς κοσμοῦντες τὸ ἱερὸν αὐτῶν. ταύτας δʼ ἀφιδρυθῆναί φασιν ἐκ τῆς Κρήτης διὰ τὸ καὶ παρὰ τοῖς Κρησὶ τιμᾶσθαι τὰς θεὰς ταύτας διαφερόντως.
80.1 μυθολογοῦσι δʼ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθʼ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι·
80.2 περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν, ἔμπαλιν εἰς ὤμους τετραμμέναι· εἰ ἐτεόν γε Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi