Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

74.2 ὕστερον δὲ τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, καὶ μετασχὼν κοινῆς τραπέζης καὶ πάσης παρρησίας, ἀπήγγελλε τοῖς ἀνθρώποις τὰ παρὰ τοῖς ἀθανάτοις ἀπόρρητα. διʼ ἣν αἰτίαν καὶ ζῶν ἐκολάσθη καὶ τελευτήσας αἰωνίου κατὰ τοὺς μύθους τιμωρίας ἠξιώθη, καταταχθεὶς εἰς τοὺς ἀσεβεῖς.
74.3 τούτου δʼ ἐγένετο Πέλοψ υἱὸς καὶ Νιόβη θυγάτηρ· αὕτη δʼ ἐγέννησεν υἱοὺς ἑπτὰ καὶ θυγατέρας τὰς ἴσας εὐπρεπείᾳ διαφερούσας. ἐπὶ δὲ τῷ πλήθει τῶν τέκνων μέγα φρυαττομένη πλεονάκις ἐκαυχᾶτο καὶ τῆς Λητοῦς ἑαυτὴν εὐτεκνοτέραν ἀπεφαίνετο. εἶθʼ ἡ μὲν Λητὼ κατὰ τοὺς μύθους χολωσαμένη προσέταξε τῷ μὲν Ἀπόλλωνι κατατοξεῦσαι τοὺς υἱοὺς τῆς Νιόβης, τῇ δʼ Ἀρτέμιδι τὰς θυγατέρας. τούτων δʼ ὑπακουσάντων τῇ μητρὶ καὶ κατὰ τὸν αὐτὸν καιρὸν κατατοξευσάντων τὰ τέκνα τῆς Νιόβης, συνέβη τὴν προειρημένην ὑφʼ ἕνα καιρὸν ὀξέως ἅμα εὔτεκνον καὶ ἄτεκνον γενέσθαι.
74.4 ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.
75.1 τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Τεύκρους προσηγόρευσε. Τεύκρου δʼ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφʼ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δʼ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφʼ ἑαυτοῦ Δάρδανον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi