Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

69.1 περὶ δὲ τῶν Λαπιθῶν καὶ Κενταύρων ἐν μέρει διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους παῖδες ἐγένοντο πλείους ποταμῶν ἐπώνυμοι, ἐν οἷς καὶ Πηνειός, ἀφʼ οὗ συνέβη τὸν ἐν Θετταλίᾳ Πηνειὸν ὀνομασθῆναι. οὗτος δὲ μιγεὶς νύμφῃ τῇ προσαγορευομένῃ Κρεούσῃ παῖδας ἐγέννησεν Ὑψέα καὶ Στίλβην, ᾗ μιγεὶς Ἀπόλλων Λαπίθην καὶ Κένταυρον ἐγέννησε.
69.2 καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα. οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν. τῶν δʼ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ ὁ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν·
69.3 ἐκ δὲ Φόρβαντος ὑπῆρξαν υἱοὶ δύο, Αἰγεὺς καὶ Ἄκτωρ, οἱ τὴν Ἠλείων βασιλείαν παραλαβόντες. ὁ δʼ ἕτερος τῶν Λαπίθου παίδων Περίφας γήμας Ἀστυάγυιαν τὴν Ὑψέως ἐγέννησεν ὀκτὼ παῖδας, ὧν ἦν πρεσβύτατος Ἀντίων, ὃς μιγεὶς Περιμήλᾳ τῇ Ἀμυθάονος ἐγέννησεν Ἰξίονα. οὗτος δʼ, ὥς φασιν, ὑποσχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγατέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi