Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

67.2 πρὸ δὲ τούτων τῶν χρόνων Βοιωτὸς ὁ Ἄρνης καὶ Ποσειδῶνος καταντήσας εἰς τὴν τότε μὲν Αἰολίδα, νῦν δὲ Θετταλίαν καλουμένην, τοὺς μεθʼ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. περὶ δὲ τῶν Αἰολέων τούτων ἀναγκαῖον προσαναδραμόντας τοῖς χρόνοις τὰ κατὰ μέρος ἐκθέσθαι.
67.3 ἐν τοῖς ἔμπροσθεν χρόνοις τῶν Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱῶν οἱ μὲν ἄλλοι κατῴκησαν ἐν τοῖς προειρημένοις τόποις, Μίμας δὲ μείνας ἐβασίλευσε τῆς Αἰολίδος. Μίμαντος δὲ Ἱππότης γενόμενος ἐκ Μελανίππης ἐτέκνωσεν Αἴολον· τούτου δʼ Ἄρνη γενομένη θυγάτηρ Βοιωτὸν ἐκ Ποσειδῶνος ἐγέννησεν.
67.4 αἰόλος δʼ ἀπιστῶν εἰ Ποσειδῶνι ἐμίγη καὶ τῇ φθορᾷ μεμφόμενος, παρέδωκε τὴν Ἄρνην Μεταποντίῳ ξένῳ κατὰ τύχην παρεπιδημοῦντι, προστάξας ἀπάγειν εἰς Μεταπόντιον. τούτου δὲ πράξαντος τὸ προσταχθέν, ἡ Ἄρνη τρεφομένη ἐν Μεταποντίῳ ἐγέννησεν Αἴολον καὶ Βοιωτόν, οὓς ὁ Μεταπόντιος, ἄπαις ὤν, κατά τινα χρησμὸν υἱοποιήσατο.
67.5 οὗτοι δʼ ἀνδρωθέντες, στάσεως γενομένης ἐν τῷ Μεταποντίῳ, βίᾳ κατέσχον τὴν βασιλείαν. ὕστερον δὲ τῆς Ἄρνης διενεχθείσης πρὸς Αὐτολύτην τὴν γυναῖκα τοῦ Μεταποντίου, βοηθοῦντες τῇ μητρὶ τὴν Αὐτολύτην ἀνεῖλον. δεινῶς δὲ φέροντος τοῦ Μεταποντίου τὸ συμβεβηκός, πλοῖα παρασκευασάμενοι καὶ τὴν Ἄρνην ἀναλαβόντες ἐξέπλευσαν μετὰ πολλῶν φίλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi