Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

66.1 οἱ μὲν οὖν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτον τὸ πέρας ἔσχον. οἱ δὲ τούτων παῖδες, ἐπίγονοι δʼ ὀνομασθέντες, τὸν τῶν πατέρων θάνατον ἐπεξιόντες ἔγνωσαν στρατεύειν κοινῇ ἐπὶ τὰς Θήβας, λαβόντες χρησμὸν παρʼ Ἀπόλλωνος πολεμεῖν τὴν προειρημένην πόλιν στρατηγὸν ἔχοντας Ἀλκμαίωνα τὸν Ἀμφιαράου.
66.2 ὁ δʼ Ἀλκμαίων αἱρεθεὶς ὑπʼ αὐτῶν στρατηγὸς ἐπηρώτησε τὸν θεὸν περὶ τῆς ἐπὶ τὰς Θήβας στρατείας καὶ περὶ τῆς Ἐριφύλης τῆς μητρὸς κολάσεως.
66.3 τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς· Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας· ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.
66.4 ἀντιταχθέντων δὲ τῶν Θηβαίων ἐγένετο μάχη καρτερά, καθʼ ἣν ἐνίκησαν οἱ περὶ τὸν Ἀλκμαίωνα· οἱ δὲ Θηβαῖοι λειφθέντες τῇ μάχῃ καὶ πολλοὺς τῶν πολιτῶν ἀποβαλόντες συνετρίβησαν ταῖς ἐλπίσιν. οὐκ ὄντες δʼ ἀξιόμαχοι σύμβουλον ἔλαβον Τειρεσίαν τὸν μάντιν, ὃς ἐκέλευσε φυγεῖν ἐκ τῆς πόλεως·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi