Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 4

 
μετὰ δὲ ταῦτα τὴν Εὐρώπην Ἀστέριος ὁ βασιλεὺς τῆς Κρήτης ἔγημεν· ἄπαις δʼ ὢν τοὺς τοῦ Διὸς παῖδας υἱοποιησάμενος διαδόχους τῆς βασιλείας ἀπέλιπε. τούτων δὲ Ῥαδάμανθυς μὲν τοῖς Κρησὶν ἐνομοθέτησε, Μίνως δὲ διαδεξάμενος τὴν βασιλείαν καὶ γήμας Ἰτώνην τὴν Λυκτίου Λύκαστον ἐγέννησεν, ὃς διαδεξάμενος τὴν ἀρχὴν καὶ γήμας Ἴδην τὴν Κορύβαντος ἐγέννησε Μίνωα τὸν δεύτερον, ὅν τινες Διὸς υἱὸν ἀναγράφουσιν. οὗτος πρῶτος Ἑλλήνων ναυτικὴν δύναμιν ἀξιόλογον συστησάμενος ἐθαλαττοκράτησε.
 
γήμας δὲ Πασιφάην τὴν Ἡλίου καὶ Κρήτης ἐγέννησε Δευκαλίωνα καὶ Κατρέα καὶ Ἀνδρόγεων καὶ Ἀριάδνην, καὶ ἕτερα τέκνα ἔσχε πλείονα νόθα. τῶν δὲ Μίνωος υἱῶν Ἀνδρόγεως μὲν εἰς τὰς Ἀθήνας κατήντησε Παναθηναίων συντελουμένων, Αἰγέως βασιλεύοντος, ἐν δὲ τοῖς ἀγῶσι νικήσας τοὺς ἀθλητὰς ἅπαντας συνήθης ἐγένετο τοῖς Πάλλαντος παισίν.
 
ἐνταῦθʼ ὁ μὲν Αἰγεὺς ὑποπτεύσας τὴν Ἀνδρόγεω φιλίαν, μήποθʼ ὁ Μίνως βοηθήσας τοῖς υἱοῖς τοῦ Πάλλαντος ἀφέληται τὴν ἀρχήν, ἐπεβούλευσε τῷ Ἀνδρόγεῳ. βαδίζοντος οὖν αὐτοῦ εἰς τὰς Θήβας ἐπί τινα θεωρίαν, ἐδολοφόνησεν αὐτὸν διά τινων ἐγχωρίων περὶ Οἰνόην τῆς Ἀττικῆς.
 
Μίνως δὲ πυθόμενος τὴν κατὰ τὸν υἱὸν συμφοράν, ἧκεν εἰς τὰς Ἀθήνας δίκας αἰτῶν τοῦ Ἀνδρόγεω φόνου. οὐδενὸς δʼ αὐτῷ προσέχοντος, πρὸς μὲν Ἀθηναίους πόλεμον συνεστήσατο, ἀρὰς δὲ ἐποιήσατο τῷ Διὶ γενέσθαι κατὰ τὴν πόλιν τῶν Ἀθηναίων αὐχμὸν καὶ λιμόν. ταχὺ δὲ περὶ τὴν Ἀττικὴν καὶ τὴν Ἑλλάδα γενομένων αὐχμῶν καὶ φθαρέντων τῶν καρπῶν, συνελθόντες οἱ τῶν πόλεων ἡγεμόνες ἐπηρώτησαν τὸν θεὸν πῶς ἂν δύναιντο τῶν κακῶν ἀπαλλαγῆναι. ὁ δʼ ἔχρησεν ἐλθεῖν αὐτοὺς πρὸς Αἰακὸν τὸν Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ θυγατρός, καὶ κελεύειν ὑπὲρ αὐτῶν εὐχὰς ποιήσασθαι.
 
ὧν πραξάντων τὸ προσταχθέν, ὁ μὲν Αἰακὸς ἐπετέλεσε τὰς εὐχάς, καὶ ὁ αὐχμὸς παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν ἐπαύσατο, παρὰ δὲ τοῖς Ἀθηναίοις μόνοις διέμεινεν· οὗ δὴ χάριν ἠναγκάσθησαν οἱ Ἀθηναῖοι τὸν θεὸν ἐπερωτῆσαι περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. εἶθʼ ὁ μὲν θεὸς ἔχρησεν, ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ·
 
ὑπακουσάντων δὲ τῷ θεῷ τῶν Ἀθηναίων, προσέταξεν αὐτοῖς ὁ Μίνως διδόναι κόρους ἑπτὰ καὶ τὰς ἴσας κόρας διʼ ἐτῶν ἐννέα βορὰν τῷ Μινωταύρῳ ὅσον ἂν χρόνον ζῇ τὸ τέρας. δόντων δʼ αὐτῶν, ἀπηλλάγησαν τῶν κακῶν οἱ κατὰ τὴν Ἀττικήν, καὶ ὁ Μίνως πολεμῶν ἐπαύσατο τὰς Ἀθήνας. διελθόντων δὲ ἐτῶν ἐννέα πάλιν ὁ Μίνως ἦλθεν εἰς τὴν Ἀττικὴν μετὰ μεγάλου στόλου, καὶ τοὺς δὶς ἑπτὰ κόρους ἀπαιτήσας ἔλαβε.
 
μελλόντων δʼ ἐκπλεῖν τῶν περὶ τὸν Θησέα, ὁ Αἰγεὺς συνέθετο πρὸς τὸν κυβερνήτην καὶ προσέταξεν αὐτῷ, ἐὰν μὲν ὁ Θησεὺς νικήσῃ τὸν Μινώταυρον, καταπλεῖν αὐτοὺς λευκοῖς ἱστίοις, ἐὰν δὲ ἀπόληται, μέλασι, καθάπερ καὶ πρότερον ποιεῖν εἰώθεσαν. καταπλευσάντων δʼ αὐτῶν εἰς Κρήτην Ἀριάδνη μὲν ἡ θυγάτηρ τοῦ Μίνωος ἠράσθη τοῦ Θησέως εὐπρεπείᾳ διαφέροντος, Θησεὺς δʼ εἰς λόγους ἐλθὼν αὐτῇ καὶ ταύτην συνεργὸν λαβών, τόν τε Μινώταυρον ἀπέκτεινε καὶ τὴν ἔξοδον τὴν τοῦ λαβυρίνθου παρʼ αὐτῆς μαθὼν διεσώθη.
 
ἀνακομιζόμενος δʼ εἰς τὴν πατρίδα καὶ κλέψας τὴν Ἀριάδνην ἔλαθεν ἐκπλεύσας νυκτός, καὶ κατῆρεν εἰς νῆσον τὴν τότε μὲν Δίαν, νῦν δὲ Νάξον προσαγορευομένην. καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι Διόνυσον ἐπιφανέντα, καὶ διὰ τὸ κάλλος τῆς Ἀριάδνης ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον, ἔχειν αὐτὴν ὡς γυναῖκα γαμετὴν ἀγαπωμένην διαφερόντως. μετὰ γοῦν τὴν τελευτὴν αὐτῆς διὰ τὴν φιλοστοργίαν ἀθανάτων καταξιῶσαι τιμῶν, καταστερίσαντα τὸν ἐν οὐρανῷ στέφανον Ἀριάδνης.
 
τοὺς δὲ περὶ τὸν Θησέα φασὶ διὰ τὴν ἁρπαγὴν τῆς κόρης δυσφοροῦντας ἰσχυρῶς, καὶ διὰ τὴν λύπην ἐπιλαθομένους τῆς Αἰγέως παραγγελίας, τοῖς μέλασιν ἱστίοις καταπλεῖν εἰς τὴν Ἀττικήν.
 
Αἰγέα δὲ θεασάμενον τὸν κατάπλουν, καὶ δόξαντα τεθνηκέναι τὸν υἱόν, ἡρωικὴν ἅμα πρᾶξιν καὶ συμφορὰν ἐπιτελέσασθαι· ἀναβάντα γὰρ εἰς τὴν ἀκρόπολιν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς λύπης προσκόψαντα τῷ ζῆν, ἑαυτὸν κατακρημνίσαι.
 
μετὰ δὲ τὴν Αἰγέως τελευτὴν Θησεὺς διαδεξάμενος τὴν βασιλείαν ἦρχε τοῦ πλήθους νομίμως καὶ πολλὰ πρὸς αὔξησιν τῆς πατρίδος ἔπραξεν. ἐπιφανέστατον δὲ συνετελέσθη τὸ τοὺς δήμους, ὄντας μικροὺς μὲν τοῖς μεγέθεσι, πολλοὺς δὲ τὸν ἀριθμόν, μεταγαγεῖν εἰς τὰς Ἀθήνας·
 
ἀπὸ γὰρ τούτων τῶν χρόνων Ἀθηναῖοι διὰ τὸ βάρος τῆς πόλεως φρονήματος ἐνεπίμπλαντο καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὠρέχθησαν. ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες τὰ λειπόμενα τῶν περὶ Θησέα γενομένων ἀναγράψομεν.
 
Δευκαλίων ὁ πρεσβύτατος τῶν Μίνωος παίδων, δυναστεύων τῆς Κρήτης καὶ ποιησάμενος πρὸς Ἀθηναίους συμμαχίαν, συνῴκισε τὴν ἰδίαν ἀδελφὴν Φαίδραν Θησεῖ. μετὰ δὲ τὸν γάμον Ἱππόλυτον μὲν τὸν ἐκ τῆς Ἀμαζονίδος γενόμενον υἱὸν ἔπεμψεν εἰς Τροιζῆνα τρέφεσθαι παρὰ τοῖς Αἴθρας ἀδελφοῖς, ἐκ δὲ Φαίδρας Ἀκάμαντα καὶ Δημοφῶντα ἐγέννησε.
 
μικρὸν δʼ ὕστερον Ἱππολύτου ἐπανελθόντος εἰς τὰς Ἀθήνας πρὸς τὰ μυστήρια, Φαίδρα διὰ τὸ κάλλος ἐρασθεῖσα αὐτοῦ τότε μὲν ἀπελθόντος εἰς Τροιζῆνα ἱδρύσατο ἱερὸν Ἀφροδίτης παρὰ τὴν ἀκρόπολιν, ὅθεν ἦν καθορᾶν τὴν Τροιζῆνα, ὕστερον δὲ παρὰ τῷ Πιτθεῖ μετὰ τοῦ Θησέως καταλύσασα ἠξίου τὸν Ἱππόλυτον μιγῆναι αὐτῇ. ἀντειπόντος δʼ ἐκείνου φασὶ τὴν Φαίδραν ἀγανακτῆσαι, καὶ ἐπανελθοῦσαν εἰς τὰς Ἀθήνας εἰπεῖν τῷ Θησεῖ διότι ἐπεβάλετο Ἱππόλυτος αὐτῇ μιγῆναι.
 
Θησέως δὲ διστάζοντος περὶ τῆς διαβολῆς, καὶ τὸν Ἱππόλυτον μεταπεμπομένου πρὸς τὸν ἔλεγχον, Φαίδρα μὲν φοβηθεῖσα τὸν ἐξετασμὸν ἀνεκρέμασεν ἑαυτήν, Ἱππόλυτος δʼ ἁρματηλατῶν, ὡς ἤκουσε τὰ περὶ τῆς διαβολῆς, συνεχύθη τὴν ψυχήν, καὶ διὰ τοῦτο τῶν ἵππων ταραχθέντων καὶ ἐπισπασαμένων αὐτὸν ταῖς ἡνίαις, συνέβη τὸν μὲν δίφρον συντριβῆναι, τὸ δὲ μειράκιον ἐμπλακὲν τοῖς ἱμᾶσιν ἑλκυσθῆναι καὶ τελευτῆσαι.
 
Ἱππόλυτος μὲν οὖν διὰ σωφροσύνην τὸν βίον καταστρέψας παρὰ Τροιζηνίοις ἔτυχεν ἰσοθέων τιμῶν, Θησεὺς δὲ μετὰ ταῦτα καταστασιασθεὶς καὶ φυγὼν ἐκ τῆς πατρίδος ἐπὶ τῆς ξένης ἐτελεύτησεν. οἱ δʼ Ἀθηναῖοι μεταμεληθέντες τά τε ὀστᾶ μετήνεγκαν καὶ τιμαῖς ἰσοθέοις ἐτίμησαν αὐτόν, καὶ τέμενος ἄσυλον ἐποίησαν ἐν ταῖς Ἀθήναις τὸ προσαγορευόμενον ἀπʼ ἐκείνου Θησεῖον.
 
ἡμεῖς δʼ ἐπεὶ τὸν περὶ Θησέως λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆς κατὰ τὴν Ἑλένην ἁρπαγῆς καὶ τῆς μνηστείας Φερσεφόνης ὑπὸ Πειρίθου· αὗται γὰρ αἱ πράξεις συμπεπλεγμέναι ταῖς Θησέως εἰσί. Πειρίθους γὰρ ὁ Ἰξίονος, ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα.
 
καταλαβὼν δὲ τετελευτηκυῖαν τὴν γυναῖκα τοῦ Θησέως Φαίδραν ἔπεισεν αὐτὸν ἁρπάσαι τὴν Λήδας καὶ Διὸς Ἑλένην, δεκαετῆ μὲν τὴν ἡλικίαν οὖσαν, εὐπρεπείᾳ δὲ πασῶν διαφέρουσαν. παραγενόμενοι δʼ εἰς Λακεδαίμονα μετὰ πλειόνων, καὶ καιρὸν εὔθετον λαβόντες, ἥρπασαν τὴν Ἑλένην κοινῇ καὶ ἀπήγαγον εἰς τὰς Ἀθήνας.
 
ἔπειτα πρὸς ἀλλήλους ὁμολογίας ἔθεντο διακληρώσασθαι, καὶ τὸν μὲν λαχόντα γῆμαι τὴν Ἑλένην, τῷ δʼ ἑτέρῳ συμπρᾶξαι περὶ ἑτέρας γυναικός, ὑπομένοντα πάντα κίνδυνον. περὶ δὲ τούτων δόντες ἀλλήλοις ὅρκους ἔλαχον, καὶ συνέβη τῷ κλήρῳ λαχεῖν Θησέα. οὗτος μὲν οὖν κύριος κατέστη τῆς παρθένου τὸν τρόπον τοῦτον· τῶν δʼ Ἀθηναίων ἀγανακτούντων ἐπὶ τῷ γεγονότι, φοβηθεὶς ὁ Θησεὺς ὑπεξέθετο τὴν Ἑλένην εἰς Ἄφιδναν, μίαν τῶν Ἀττικῶν πόλεων. παρακατέστησε δʼ αὐτῇ τὴν μητέρα Αἴθραν καὶ τῶν ἄλλων φίλων τοὺς ἀρίστους, φύλακας τῆς παρθένου.
 
Πειρίθου δὲ κρίναντος μνηστεῦσαι Φερσεφόνην καὶ παρακαλοῦντος συναποδημῆσαι, τὸ μὲν πρῶτον ὁ Θησεὺς μετέπειθεν ἀποτρέπων τῆς πράξεως αὐτὸν διὰ τὴν ἀσέβειαν· τοῦ δὲ Πειρίθου βιαζομένου συνηναγκάσθη διὰ τοὺς ὅρκους ὁ Θησεὺς μετασχεῖν τῆς πράξεως. καὶ πέρας καταβάντων αὐτῶν εἰς τοὺς καθʼ ᾅδου τόπους, συνέβη διὰ τὴν ἀσέβειαν ἀμφοτέρους δεθῆναι, καὶ Θησέα μὲν ὕστερον διὰ τὴν Ἡρακλέους χάριν ἀπολυθῆναι, Πειρίθουν δὲ διὰ τὴν ἀσέβειαν ἐν ᾅδου διατελεῖν τιμωρίας αἰωνίου τυγχάνοντα· ἔνιοι δὲ τῶν μυθογράφων φασὶν ἀμφοτέρους μὴ τυχεῖν τοῦ νόστου.
 
καθʼ ὃν δὴ χρόνον λέγουσι τοὺς ἀδελφοὺς τῆς Ἑλένης Διοσκόρους στρατεύσαντας ἐπὶ τὴν Ἄφιδναν καὶ τὴν πόλιν ἑλόντας ταύτην μὲν κατασκάψαι, τὴν δʼ Ἑλένην ἀπαγαγεῖν εἰς Λακεδαίμονα παρθένον οὖσαν, καὶ μετʼ αὐτῆς δούλην τὴν μητέρα Θησέως Αἴθραν.
 
ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες τὰ περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορήσομεν, ἀναλαβόντες τὰς ἐξ ἀρχῆς αἰτίας τοῦ πολέμου. Λάιος ὁ Θηβῶν βασιλεὺς γήμας Ἰοκάστην τὴν Κρέοντος, καὶ χρόνον ἱκανὸν ἄπαις ὤν, ἐπηρώτησε τὸν θεὸν περὶ τέκνων γενέσεως. τῆς δὲ Πυθίας δούσης χρησμὸν αὐτῷ μὴ συμφέρειν γενέσθαι τέκνα ʽτὸν γὰρ ἐξ αὐτοῦ τεκνωθέντα παῖδα πατροκτόνον ἔσεσθαι καὶ πᾶσαν τὴν οἰκίαν πληρώσειν μεγάλων ἀτυχημάτωνʼ, ἐπιλαθόμενος τοῦ χρησμοῦ καὶ γεννήσας υἱόν, ἐξέθηκε τὸ βρέφος διαπερονήσας αὐτοῦ τὰ σφυρὰ σιδήρῳ·
 
διʼ ἣν αἰτίαν Οἰδίπους ὕστερον ὠνομάσθη. οἱ δʼ οἰκέται λαβόντες τὸ παιδίον ἐκθεῖναι μὲν οὐκ ἠθέλησαν, ἐδωρήσαντο δὲ τῇ Πολύβου γυναικί, οὐ δυναμένῃ γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα ἀνδρωθέντος τοῦ παιδός, ὁ μὲν Λάιος ἔκρινεν ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ βρέφους τοῦ ἐκτεθέντος, ὁ δὲ Οἰδίπους μαθὼν παρά τινος τὴν καθʼ ἑαυτὸν ὑποβολήν, ἐπεχείρησεν ἐπερωτῆσαι τὴν Πυθίαν περὶ τῶν κατʼ ἀλήθειαν γονέων. κατὰ δὲ τὴν Φωκίδα τούτων ἀλλήλοις ἀπαντησάντων, ὁ μὲν Λάιος ὑπερηφάνως ἐκχωρεῖν τῆς ὁδοῦ προσέταττεν, ὁ δʼ Οἰδίπους ὀργισθεὶς ἀπέκτεινε τὸν Λάιον, ἀγνοῶν ὅτι πατὴρ ἦν αὐτοῦ.
 
καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι σφίγγα, δίμορφον θηρίον, παραγενομένην εἰς τὰς Θήβας αἴνιγμα προτιθέναι τῷ δυναμένῳ λῦσαι, καὶ πολλοὺς ὑπʼ αὐτῆς διʼ ἀπορίαν ἀναιρεῖσθαι. προτιθεμένου δὲ ἐπάθλου φιλανθρώπου τῷ λύσαντι γαμεῖν τὴν Ἰοκάστην καὶ βασιλεύειν τῶν Θηβῶν, ἄλλον μὲν μηδένα δύνασθαι γνῶναι τὸ προτεθειμένον, μόνον δὲ Οἰδίπουν λῦσαι τὸ αἴνιγμα. ἦν δὲ τὸ προτεθὲν ὑπὸ τῆς σφιγγός, τί ἐστι τὸ αὐτὸ δίπουν, τρίπουν, τετράπουν.
 
ἀπορουμένων δὲ τῶν ἄλλων ὁ Οἰδίπους ἀπεφήνατο ἄνθρωπον εἶναι τὸ προβληθέν· νήπιον μὲν γὰρ αὐτὸν ὑπάρχοντα τετράπουν εἶναι, αὐξήσαντα δὲ δίπουν, γηράσαντα δὲ τρίπουν, βακτηρίᾳ χρώμενον διὰ τὴν ἀσθένειαν. ἐνταῦθα τὴν μὲν σφίγγα κατὰ τὸν μυθολογούμενον χρησμὸν ἑαυτὴν κατακρημνίσαι, τὸν δʼ Οἰδίπουν γήμαντα τὴν ἀγνοουμένην ὑφʼ ἑαυτοῦ μητέρα γεννῆσαι δύο μὲν υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην, δύο δὲ θυγατέρας Ἀντιγόνην καὶ Ἰσμήνην.
 
τῶν δʼ υἱῶν ἀνδρωθέντων, καὶ τῶν περὶ τὴν οἰκίαν ἀσεβημάτων γνωσθέντων, τὸν μὲν Οἰδίπουν ὑπὸ τῶν υἱῶν ἔνδον μένειν ἀναγκασθῆναι διὰ τὴν αἰσχύνην, τοὺς δὲ νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρʼ ἐνιαυτὸν ἄρχειν. πρεσβυτέρου δʼ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν.
 
τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δʼ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα. καθʼ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος.
 
Ἄδραστον δʼ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ. εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Αδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας.
 
κρίναντος δʼ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου. ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δʼ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως.
 
τοὺς δὲ περὶ τὸν Πολυνείκην ἐπιβαλέσθαι πείθειν Ἀμφιάραον τὸν μάντιν συστρατεύειν αὐτοῖς ἐπὶ τὰς Θήβας· τοῦ δὲ προγινώσκοντος ὡς ἀπολεῖται συστρατεύσας αὐτοῖς, καὶ διὰ τοῦτο μὴ συγχωροῦντος, Πολυνείκην φασὶ τὸν χρυσοῦν ὅρμον, ὃν Ἀφροδίτην μυθολογοῦσιν Ἁρμονίᾳ δωρήσασθαι, δοῦναι τῇ γυναικὶ τῇ Ἀμφιαράου, ὅπως τὸν ἄνδρα πείσῃ συμμαχῆσαι.
 
καθʼ ὃν δὴ χρόνον Ἀμφιαράου πρὸς Ἄδραστον στασιάζοντος περὶ τῆς βασιλείας, ὁμολογίας θέσθαι πρὸς ἀλλήλους, καθʼ ἃς ἐπέτρεπον κρῖναι περὶ τῶν ἀμφισβητουμένων Ἐριφύλην, γυναῖκα μὲν οὖσαν Ἀμφιαράου, ἀδελφὴν δʼ Ἀδράστου. τῆς δὲ τὸ νίκημα περιθείσης Ἀδράστῳ καὶ περὶ τῆς ἐπὶ Θήβας στρατείας ἀποφηναμένης δεῖν στρατεύειν, ὁ μὲν Ἀμφιάραος δόξας ὑπὸ τῆς γυναικὸς προδεδόσθαι συστρατεύσειν μὲν ὡμολόγησεν, ἐντολὰς δὲ ἔδωκεν Ἀλκμαίωνι τῷ υἱῷ μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἀνελεῖν τὴν Ἐριφύλην.
 
οὗτος μὲν οὖν ὕστερον κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἀνεῖλε τὴν μητέρα, καὶ διὰ τὴν συνείδησιν τοῦ μύσους εἰς μανίαν περιέστη· οἱ δὲ περὶ τὸν Ἄδραστον καὶ Πολυνείκην καὶ Τυδέα προσλαβόμενοι τέτταρας ἡγεμόνας, Ἀμφιάραόν τε καὶ Καπανέα καὶ Ἱππομέδοντα, ἔτι δὲ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως, ἐστράτευσαν ἐπὶ τὰς Θήβας, ἔχοντες δύναμιν ἀξιόλογον.
 
μετὰ δὲ ταῦτα Ἐτεοκλῆς μὲν καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον, Καπανεὺς δὲ βιαζόμενος καὶ διὰ κλίμακος ἀναβαίνων ἐπὶ τὸ τεῖχος ἐτελεύτησεν, Ἀμφιάραος δὲ χανούσης τῆς γῆς ἐμπεσὼν εἰς τὸ χάσμα μετὰ τοῦ ἅρματος ἄφαντος ἐγένετο.
 
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἡγεμόνων ἀπολομένων πλὴν Ἀδράστου, καὶ πολλῶν στρατιωτῶν πεσόντων, οἱ μὲν Θηβαῖοι τὴν ἀναίρεσιν τῶν νεκρῶν οὐ συνεχώρησαν, ὁ δʼ Ἄδραστος καταλιπὼν ἀτάφους τοὺς τετελευτηκότας ἐπανῆλθεν εἰς Ἄργος. ἀτάφων δὲ μενόντων τῶν ὑπὸ τὴν Καδμείαν πεπτωκότων σωμάτων, καὶ μηδενὸς τολμῶντος θάπτειν, Ἀθηναῖοι διαφέροντες τῶν ἄλλων χρηστότητι πάντας τοὺς ὑπὸ τὴν Καδμείαν πεπτωκότας ἔθαψαν.
 
οἱ μὲν οὖν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτον τὸ πέρας ἔσχον. οἱ δὲ τούτων παῖδες, ἐπίγονοι δʼ ὀνομασθέντες, τὸν τῶν πατέρων θάνατον ἐπεξιόντες ἔγνωσαν στρατεύειν κοινῇ ἐπὶ τὰς Θήβας, λαβόντες χρησμὸν παρʼ Ἀπόλλωνος πολεμεῖν τὴν προειρημένην πόλιν στρατηγὸν ἔχοντας Ἀλκμαίωνα τὸν Ἀμφιαράου.
 
ὁ δʼ Ἀλκμαίων αἱρεθεὶς ὑπʼ αὐτῶν στρατηγὸς ἐπηρώτησε τὸν θεὸν περὶ τῆς ἐπὶ τὰς Θήβας στρατείας καὶ περὶ τῆς Ἐριφύλης τῆς μητρὸς κολάσεως.
 
τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς· Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας· ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.
 
ἀντιταχθέντων δὲ τῶν Θηβαίων ἐγένετο μάχη καρτερά, καθʼ ἣν ἐνίκησαν οἱ περὶ τὸν Ἀλκμαίωνα· οἱ δὲ Θηβαῖοι λειφθέντες τῇ μάχῃ καὶ πολλοὺς τῶν πολιτῶν ἀποβαλόντες συνετρίβησαν ταῖς ἐλπίσιν. οὐκ ὄντες δʼ ἀξιόμαχοι σύμβουλον ἔλαβον Τειρεσίαν τὸν μάντιν, ὃς ἐκέλευσε φυγεῖν ἐκ τῆς πόλεως·
 
μόνως γὰρ οὕτω σωθήσεσθαι. οἱ μὲν οὖν Καδμεῖοι κατὰ τὴν τοῦ μάντεως ὑποθήκην ἐξέλιπον τὴν πόλιν, καὶ νυκτὸς συνέφυγον εἴς τι χωρίον τῆς Βοιωτίας ὀνομαζόμενον Τιλφωσσαῖον. ἔπειθʼ οἱ μὲν ἐπίγονοι τὴν πόλιν ἑλόντες διήρπασαν, καὶ τῆς Τειρεσίου θυγατρὸς Δάφνης ἐγκρατεῖς γενόμενοι ταύτην ἀνέθεσαν εἰς Δελφοὺς κατά τινα εὐχὴν ἀκροθίνιον τῷ θεῷ.
 
αὕτη δὲ τὴν μαντικὴν οὐχ ἧττον τοῦ πατρὸς εἰδυῖα, πολὺ μᾶλλον ἐν τοῖς Δελφοῖς διατρίψασα τὴν τέχνην ἐπηύξησε· φύσει δὲ θαυμαστῇ κεχορηγημένη χρησμοὺς ἔγραψε παντοδαπούς, διαφόρους ταῖς κατασκευαῖς· παρʼ ἧς φασι καὶ τὸν ποιητὴν Ὅμηρον πολλὰ τῶν ἐπῶν σφετερισάμενον κοσμῆσαι τὴν ἰδίαν ποίησιν. ἐνθεαζούσης δʼ αὐτῆς πολλάκις καὶ χρησμοὺς ἀποφαινομένης, φασὶν ἐπικληθῆναι Σίβυλλαν· τὸ γὰρ ἐνθεάζειν κατὰ γλῶττανὑπάρχειν σιβυλλαίνειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi