Kitap 3
61.5
διενεγκεῖν δʼ αὐτὸν καὶ σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς, καὶ διὰ τοῦτο ταχὺ κύριον γενέσθαι τοῦ σύμπαντος κόσμου. καθόλου δʼ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων.
61.6
ἀνθʼ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις, καθιδρυθῆναι δʼ ἐν τῷ κόσμῳ τῇ τῶν εὖ παθόντων τιμῇ, πάντων προθύμως ἀναγορευόντων θεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις θεολογουμένων τὰ κεφάλαια ταῦτʼ ἔστιν.
62.1
ἡμεῖς δʼ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι.
62.2
τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων, δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ θεοῦ τούτου καὶ τῶν πράξεων καθαρῶς εἰπεῖν. οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δʼ οἱ γένεσιν μὲν τούτου ἀνθρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες.