Kitap 3
51.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀκεστορίδου ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Τίτος Οὐεργίνιος. ἐπὶ δὲ τούτων Ἱέρων μὲν ὁ βασιλεὺς τῶν Συρακοσίων, παραγενομένων πρὸς αὐτὸν πρέσβεων ἐκ Κύμης τῆς Ἰταλίας καὶ δεομένων βοηθῆσαι πολεμουμένοις ὑπὸ Τυρρηνῶν θαλαττοκρατούντων, ἐξέπεμψεν αὐτοῖς συμμαχίαν τριήρεις ἱκανάς.
47.4
Ἀναξαγόρας δʼ ὁ φυσικὸς ἀπεφήνατο τῆς ἀναβάσεως αἰτίαν εἶναι τὴν τηκομένην χιόνα κατὰ τὴν Αἰθιοπίαν, ᾧ καὶ ὁ ποιητὴς Εὐριπίδης μαθητὴς ὢν ἠκολούθηκε· λέγει γοῦν Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκʼ ἂν τακῇ χιών.
49.3
οἱ δὲ περὶ τὸν Ἀλκέταν πυθόμενοι τὴν παρουσίαν τῶν πολεμίων τὴν μὲν φάλαγγα ταχέως ἐξέταξαν, τοῖς δʼ ἱππεῦσι προσπεσόντες τοῖς τὴν ἀκρώρειαν προκατέχουσιν ἐφιλοτιμοῦντο βίᾳ κρατῆσαι καὶ ἀπὸ τῆς ἀκρολοφίας ἐκβαλεῖν.
51.2
οἱ δὲ τῶν νεῶν τούτων ἡγεμόνες ἐπειδὴ κατέπλευσαν εἰς τὴν Κύμην, μετὰ τῶν ἐγχωρίων μὲν ἐναυμάχησαν πρὸς τοὺς Τυρρηνούς, πολλὰς δὲ ναῦς αὐτῶν διαφθείραντες καὶ μεγάλῃ ναυμαχίᾳ νικήσαντες, τοὺς μὲν Τυρρηνοὺς ἐταπείνωσαν, τοὺς δὲ Κυμαίους ἠλευθέρωσαν τῶν φόβων, καὶ ἀπέπλευσαν ἐπὶ Συρακούσας.
53.5
καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιρρήσεως δεῖσθαι συμβέβηκε, φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰθιοπίαν·
49.4
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέρων πεσόντων ὁ μὲν Ἀντίγονος ἔχων ἱππεῖς ἑξακισχιλίους ἀπὸ κράτους ἤλαυνεν ἐπὶ τὴν τῶν ἐναντίων φάλαγγα, σπεύδων ἀποκόψαι τῶν περὶ τὸν Ἀλκέταν τὴν ἐπὶ ταύτην καταφυγήν.