Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

44.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Ποπίλλιον καὶ Κόιντον Πόπλιον. ἐπὶ δὲ τούτων Ἀντίγονος καταπεπολεμηκὼς τοὺς περὶ τὸν Εὐμενῆ ἔκρινε στρατεύειν ἐπὶ τὸν Ἀλκέταν καὶ Ἄτταλον· οὗτοι γὰρ ὑπελείποντο τῶν Περδίκκου φίλων καὶ οἰκείων ἡγεμόνες μὲν ἀξιόλογοι, στρατιώτας δʼ ἔχοντες ἱκανοὺς ἀμφισβητῆσαι πραγμάτων. ἀναζεύξας οὖν μετὰ πάσης τῆς δυνάμεως ἐκ Καππαδοκίας προῆγεν ἐπὶ τὴν Πισιδικήν, ἐν ᾗ συνέβαινε διατρίβειν τοὺς περὶ τὸν Ἀλκέταν.
46.8 Ἀθηναῖοι δὲ τὸ μὲν πρῶτον προσεδόκων μέγαν πόλεμον ἕξειν πρὸς τοὺς Λακεδαιμονίους περὶ τῆς κατὰ θάλατταν ἡγεμονίας, καὶ διὰ τοῦτο τριήρεις κατεσκεύαζον πλείους καὶ χρημάτων πλῆθος ἐπορίζοντο καὶ τοῖς συμμάχοις ἐπιεικῶς προσεφέροντο· ὡς δὲ τὰ δοχθέντα τοῖς Λακεδαιμονίοις ἐπύθοντο, τοῦ μὲν φόβου τοῦ κατὰ τὸν πόλεμον ἀπελύθησαν, περὶ δὲ τὴν αὔξησιν τῆς ἰδίας πόλεως ἠσχολοῦντο.
47.3 τοῦ δὲ λόγου τούτου, καίπερ εἶναι δοκοῦντος πιθανοῦ, ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος. εἰ γὰρ ἦν ἀληθὲς τὸ προειρημένον, οἱ ποταμοὶ πάντες ἂν οἱ τοῖς ἐτησίαις ἐναντίας τὰς ἐκβολὰς ἔχοντες ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν· οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος ζητητέον ἑτέραν αἰτίαν ἀληθινὴν τῆς πληρώσεως.
49.2 ὀξεῖαν δὲ καὶ παντελῶς ἐπιτεταμένην τὴν πορείαν ποιησάμενος ἐν ἡμέραις ἑπτὰ καὶ ταῖς ἴσαις νυξὶ διήνυσε σταδίους δισχιλίους καὶ πεντακοσίους εἰς τὴν ὀνομαζομένην Κρητῶν πόλιν. λαθὼν δὲ τοὺς πολεμίους διὰ τὴν ὀξύτητα τῆς πορείας καὶ γενόμενος πλησίον αὐτῶν ἀγνοούντων τὴν παρουσίαν ἔφθασεν ἀκρολοφίας τινὰς καὶ δυσχωρίας προκαταλαβόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi