Kitap 3
49.5
διόπερ εὔθετοι πρὸς δρόμον εἰσὶ καὶ λιθοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηθείᾳ τὰ τῆς φύσεως προτερήματα. καθόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατʼ οὐδένα τρόπον διατηροῦσιν.
50.1
τῆς δὲ χώρας ἡ μὲν ὅμορος τῇ Κυρήνῃ γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς· οὐ μόνον γὰρ ὑπάρχει σιτοφόρος, ἀλλὰ καὶ πολλὴν ἄμπελον, ἔτι δʼ ἐλαίαν ἔχει καὶ τὴν ἀγρίαν ὕλην καὶ ποταμοὺς εὐχρηστίαν παρεχομένους· ἡ δʼ ὑπὲρ τὸ νότιον μέρος ὑπερτείνουσα, καθʼ ἣν τὸ νίτρον φύεσθαι συμβέβηκεν, ἄσπορος οὖσα καὶ σπανίζουσα ναματιαίων ὑδάτων, τὴν πρόσοψιν ἔχει πελάγει παρεμφερῆ· οὐδεμίαν δὲ παρεχομένη ποικιλίαν κατὰ τὴν ἰδέαν ἐρήμῳ γῇ περιέχεται, τῆς ὑπερκειμένης ἐρήμου δυσέξιτον ἐχούσης τὸ πέρας.
50.2
διόπερ οὐδʼ ὄρνεον ἰδεῖν ἔστιν, οὐ τετράπουν ἐν αὐτῇ ζῷον πλὴν δορκάδος καὶ βοός, οὐ μὴν οὔτε φυτὸν οὔτʼ ἄλλο τῶν δυναμένων ψυχαγωγῆσαι τὴν ὅρασιν, ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀθρόους θῖνας. ἐφʼ ὅσον δὲ σπανίζει τῶν πρὸς ἥμερον βίον ἀνηκόντων, ἐπὶ τοσοῦτο πλήθει παντοίων ταῖς ἰδέαις καὶ τοῖς μεγέθεσιν ὄφεων, μάλιστα δὲ τῶν τοιούτων οὓς προσαγορεύουσι κεράστας, οἳ τὰ μὲν δήγματα θανατηφόρα ποιοῦνται, τὴν δὲ χρόαν ἅμμῳ παραπλησίαν ἔχουσι·
50.3
διόπερ ἐξωμοιωμένων αὐτῶν κατὰ τὴν πρόσοψιν τοῖς ὑποκειμένοις ἐδάφεσιν ὀλίγοι μὲν ἐπιγινώσκουσιν, οἱ πολλοὶ δʼ ἀγνοοῦντες πατοῦσι καὶ κινδύνοις περιπίπτουσιν ἀπροσδοκήτοις. λέγεται δὲ τούτους τὸ παλαιὸν ἐπελθόντας ποτὲ πολλὴν τῆς Αἰγύπτου ποιῆσαι τὴν ὑποκειμένην χώραν ἀοίκητον.