Kitap 3
συμπάθειαν οὐδεμίαν λαμβάνοντες. πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλʼ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς. ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι. πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντων γυμνὸν τῶν σκεπαστηρίων ὅπλων.
διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν, ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν.
οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως· τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπʼ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν.
ὁμοίως δὲ νόμιμον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον. διὸ καὶ πάντας μὲν ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δʼ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἑξήκοντα ἔτη.
καὶ περὶ μὲν τῶν Τρωγλοδυτῶν ἱκανῶς εἰρήκαμεν· εἰ δέ τις τῶν ἀναγινωσκόντεν διὰ τὸν ξενισμὸν καὶ τὸ παράδοξον τῶν ἀναγεγραμμένων βίων ἀπιστήσει ταῖς ἱστορίαις, θεὶς πρὸ τῆς διανοίας παρʼ ἄλληλα τόν τε περὶ τὴν Σκυθίαν ἀέρα καὶ τὸν περὶ τὴν Τρωγλοδυτικήν, καὶ τὰς ἑκατέρων διαφορὰς ἰδών, οὐκ ἀπιστήσει τοῖς ἱστορημένοις.
τοσαύτη γὰρ παραλλαγὴ τῶν παρʼ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι.
ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα,
τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφʼ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων.
κατὰ δὲ τὸ ποτόν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης. πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν ἐδωδίμων ὁδηποτοῦν μεθʼ ὕδατος εἰς τὸν ἥλιον θῇ, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων.
ἀλλʼ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασθῆναι διαίτης ἑτέρας καὶ βίου πειραθῆναι.
οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήθης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαθείας ὁ χρόνος ὁ τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν.
τὰς δὲ τηλικαύτας ἐπʼ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα. ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, ᾗ προσοικοῦσί τινες τῶν Σκυθῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καθιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰθιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ θερμότατα μέρη μὴ πλέον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις.
διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρʼ ἡμῖν.
ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν ὄντων θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.
οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος. τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων. τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως. τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν.
ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας. διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας.
λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι. τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως. καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες. ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια.
τῷ μὲν οὖν μεγέθει τῶν ῥλθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν.
ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι.
διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον.
μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες,
ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.
διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλ ίαν τῷ δεσμῷ· οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο.
οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι. κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου.
κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισθʼ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήθη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίθοις εὐμεγέθεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνθέντες ἐναντίον ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ θηρίῳ τὴν εἴσοδον ὑπάρχειν.
κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα δὲ τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δʼ ἐπὶ τὴν θήραν ἠθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφʼ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον. διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον.
ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων. τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον.
πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα· ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν.
τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν.
ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.
ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.
διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν. ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων. Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν
καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι.