Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

44.1 μυθολογοῦσι δʼ αὐτῶν τινες τὸ μὲν πρῶτον ἄρξαι τῆς Αἰγύπτου θεοὺς καὶ ἥρωας ἔτη βραχὺ λείποντα τῶν μυρίων καὶ ὀκτακισχιλίων, καὶ θεῶν ἔσχατον βασιλεῦσαι τὸν Ἴσιδος Ὧρον· ὑπʼ ἀνθρώπων δὲ τὴν χώραν βεβασιλεῦσθαί φασιν ἀπὸ Μοίριδος ἔτη βραχὺ λείποντα τῶν πεντακισχιλίων μέχρι τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος, καθʼ ἣν ἡμεῖς μὲν παρεβάλομεν εἰς Αἴγυπτον, ἐβασίλευε δὲ Πτολεμαῖος ὁ νέος Διόνυσος χρηματίζων.
41.8 τοῦτο δὲ πράξας φανερὸς ἐγένετο πρὸς ἰδιοπραγίαν ὡρμημένος καὶ τοῖς βασιλεῦσιν ἐναντιούμενος. μετὰ δὲ ταῦτα συμπολιορκήσας ἐπῄει τὰς ἑξῆς πόλεις, ἃς μὲν βίᾳ χειρούμενος, ἃς δὲ πειθοῖ προσαγόμενος.
55.4 περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ πεπλεονάκαμεν παρεκβάντες, ἀλλʼ οὖν οὐκ ἄξιον ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισήμαντον· ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος μὲν ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα.
56.2 τούτων δὲ τὰ μὲν πλεῖστα κατασχεῖν τὴν ἀρχὴν ἐγχωρίους βασιλεῖς, ὀλίγα δὲ Αἰθίοπας καὶ Πέρσας καὶ Μακεδόνας. Αἰθίοκας μὲν οὖν ἄρξαι τέτταρας, οὐ κατὰ τὸ ἑξῆς, ἀλλʼ ἐκ διαστήματος, ἔτη τὰ πάντα βραχὺ λείποντα τῶν ἓξ καὶ τριάκοντα·
53.1 ἡμεῖς δὲ διεληλυθότες τὰ περὶ Ἀντίγονον μεταβιβάσομεν τὴν ἀναγραφὴν ἐπὶ τὰ συμβάντα περὶ Εὐμενῆ. οὗτος γὰρ μεγάλαις καὶ παραδόξοις μεταβολαῖς χρώμενος διετέλεσεν ἀεὶ παρʼ ἐλπίδας ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi