Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

37.4 Ἡρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος, γεγονὼς καὶ πολλῆς ἱστορίας ἔμπειρος ἐπικεχείρηκε μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται· Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατʼ Αἴγυπτον· οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτʼ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα.
49.3 Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν.
46.5 ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰθιοπίαν, ἀλλʼ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου προσανέβησαν· οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα· τοῦ δὲ προειρημένου βασιλέως μεθʼ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσθη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον ἀπὸ τούτων τῶν χρόνων.
49.4 οὗτοι μὲν οὖν μετʼ ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεντήκοντα καὶ ὀκτώ· τότε δὲ τῆς πόλεως ὑπὸ Καρχηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi