Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

52.2 ἱππεῖς δὲ τρισχιλίους. τούτους δὲ ἀναλαβὼν ἐν τάχει προῆγε βοηθήσων τοῖς Κυζικηνοῖς. βραχὺ δὲ τῶν καιρῶν ὑστερήσας φανερὰν μὲν ἔσχε τὴν εἰς τὴν πόλιν εὔνοιαν, τῆς δὲ ὅλης ἐπιβολῆς ἀπέτυχε.
58.3 σφαγιασθέντος δὲ ταύρου καὶ τῶν ὅρκων γενομένων, τὸν Θεμιστοκλέα κύλικα τοῦ αἵματος πληρώσαντα ἐκπιεῖν καὶ παραχρῆμα τελευτῆσαι. καὶ τὸν μὲν Ξέρξην ἀποστῆναι τῆς ἐπιβολῆς ταύτης, τὸν δὲ Θεμιστοκλέα διὰ τῆς ἰδίας τελευτῆς ἀπολογίαν ἀπολιπεῖν καλλίστην ὅτι καλῶς ἐπολιτεύθη τὰ πρὸς τοὺς Ἕλληνας.
43.2 καὶ γὰρ τοῖς κτήνεσι ταύτην θεωρεῖσθαι προσηνῆ καὶ ταχὺ τοὺς ὄγκους αὐτῶν προσανατρέφειν. διὸ καὶ τῆς εὐχρηστίας τῆς περὶ τὴν βοτάνην ταύτην μνημονεύοντας τοὺς ἀνθρώπους μέχρι τοῦ νῦν, ὅταν πρὸς θεοὺς βαδίζωσι, τῇ χειρὶ ταύτης λαμβάνοντας προσεύχεσθαι· οἴονται γὰρ τὸν ἄνθρωπον ἕλειον καὶ λιμνῶδες εἶναι ζῷον, ἀπό τε τῆς λειότητος τεκμαιρόμενοι καὶ τῆς φυσικῆς ποιότητος, ἔτι δὲ τοῦ προσδεῖσθαι τροφῆς τῆς ὑγρᾶς μᾶλλον ἢ τῆς ξηρᾶς.
52.3 πρὸς δὲ Ἀρριδαῖον ἐξέπεμψε πρεσβευτάς, ἐγκαλῶν ὅτι πρῶτον μὲν Ἑλληνίδα πόλιν σύμμαχον οὖσαν καὶ μηδὲν ἀδικοῦσαν ἐτόλμησε πολιορκεῖν, ἔπειθʼ ὅτι φανερός ἐστιν ἀποστατήσων καὶ τὴν σατραπείαν ἑαυτῷ δυναστείαν κατασκευαζόμενος· τὸ δὲ τελευταῖον προσέταττε τῆς σατραπείας παραχωρεῖν καὶ μίαν λαβόντα πόλιν εἰς καταβίωσιν τὴν ἡσυχίαν ἄγειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi