Kitap 3
58.9
εἰ δὲ τοῖς παρʼ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρʼ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς.
40.5
ὁ δʼ Ἀρριδαῖος καταστρατηγηθεὶς καὶ τὸν οἰκεῖον ἑαυτῷ προέμενος καιρὸν διεσφάλη τῆς ἐλπίδος· οἱ γὰρ Κυζικηνοὶ πόλιν ἔχοντες ὀχυρὰν καὶ παντελῶς εὐφύλακτον ἀπὸ τῆς γῆς διὰ τὸ χερρόνησον αὐτὴν εἶναι καὶ θαλαττοκρατοῦντες ῥᾳδίως ἠμύνοντο τοὺς πολεμίους.
53.6
ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε· γυναῖκα γὰρ αὐτῷ πρὸς γάμου κοινωνίαν ἔζευξε Περσίδα, εὐγενείᾳ τε καὶ κάλλει διαφέρουσαν, ἔτι δὲ κατʼ ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμόζουσαν.
58.10
καὶ περὶ μὲν τῆς πληρώσεως τοῦ Νείλου, δυνάμενοι ποικιλώτερον ἀντειπεῖν πρὸς ἅπαντας, ἀρκεσθησόμεθα τοῖς εἰρημένοις, ἵνα μὴ τὴν ἐξ ἀρχῆς ἡμῖν προκειμένην συντομίαν ὑπερβαίνωμεν. ἐπεὶ δὲ τὴν βίβλον ταύτην διὰ τὸ μέγεθος εἰς δύο μέρη διῃρήκαμεν, στοχαζόμενοι τῆς συμμετρίας, τὴν πρώτην μερίδα τῶν ἱστορουμένων αὐτοῦ περιγράψομεν, τὰ δὲ συνεχῆ τῶν κατὰ τὴν Αἴγυπτον ἱστορουμένων ἐν τῇ δευτέρᾳ κατατάξομεν, ἀρχὴν ποιησάμενοι τὴν ἀπαγγελίαν τῶν γενομένων βασιλέων τῆς Αἰγύπτου καὶ τοῦ παλαιοτάτου βίου παρʼ Αἰγυπτίοις.