Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

51.3 ὅμως δὲ κρίναντες ἀντέχεσθαι τῆς ἐλευθερίας φανερῶς μὲν πρέσβεις ἐξέπεμψαν τοὺς διαλεξομένους τῷ Ἀρριδαίῳ λῦσαι τὴν πολιορκίαν· ποιήσειν γὰρ πάντα τὴν πόλιν Ἀρριδαίῳ πλὴν τοῦ δέξασθαι φρουράν· λάθρᾳ δὲ τοὺς νέους ἀθροίζοντες καὶ τῶν οἰκετῶν τοὺς εὐθέτους ἐπιλεγόμενοι καθώπλιζον καὶ τὸ τεῖχος ἀνεπλήρουν τῶν ἀμυνομένων.
41.4 τοῦ δʼ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συντελείας·
58.8 οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῷ θέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων.
40.4 τοῦ δὲ Ἀρριδαίου βιαζομένου δέχεσθαι φρουρὰν ἔφησαν βούλεσθαι τῷ δήμῳ προσανενεγκεῖν περὶ τούτου. συγχωρήσαντος δὲ τοῦ σατράπου λαβόντες ἀνοχὴν ταύτην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα βέλτιον παρεσκευάσαντο τὰ πρὸς τὴν πολιορκίαν.
53.5 πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη τῶν ἐγκλημάτων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi