Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

52.6 ἀξιοῦντος δὲ τοῦ Θεμιστοκλέους ἀγαγεῖν αὐτὸν πρὸς τὸν Ξέρξην, τὸ μὲν πρῶτον ἀντεῖπεν, ἀποφαινόμενος ὅτι κολασθήσεται διὰ τὰς κατὰ τῶν Περσῶν αὐτῷ γεγενημένας πράξεις, μετὰ δὲ ταῦτα μαθὼν τὸ συμφέρον ὑπήκουσε, καὶ παραδόξως καὶ ἀσφαλῶς αὐτὸν διέσωσεν εἰς τὴν Περσίδα.
41.2 ὑγρὸν ἀναφέρεσθαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως.
55.3 εἶχε γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα· χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν ᾖ χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας.
52.7 ἔθους γὰρ ὄντος παρὰ τοῖς Πέρσαις τὸν ἄγοντα παλλακὴν τῷ βασιλεῖ κομίζειν ταύτην ἐπὶ ἀπήνης κεκρυμμένης, καὶ τῶν ἀπαντώντων μηδένα πολυπραγμονεῖν μηδὲ κατʼ ὄψιν ἀπαντῆσαι τῇ ἀγομένῃ, ἀφορμῇ ταύτῃ συνέβη χρήσασθαι πρὸς τὴν ἐπιβολὴν τὸν Λυσιθείδην.
41.3 ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi