Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

51.6 τοῦτο δʼ ᾔδει τὰς κρίσεις οὐ δικαίας, ἀλλὰ πρὸς χάριν ποιούμενον τοῖς Λακεδαιμονίοις, τεκμαιρόμενος ἔκ τε τῶν ἄλλων καὶ ἐξ ὧν ἐποιήσατο περὶ τῶν ἀριστείων· οὕτω γὰρ οἱ κύριοι τῆς ψήφου φθονερῶς διετέθησαν πρὸς τοὺς Ἀθηναίους, ὥστε πλείους τριήρεις αὐτῶν παρεσχημένων ἢ σύμπαντες οἱ ναυμαχήσαντες παρέσχοντο, οὐδὲν κρείττους αὐτοὺς ἐποίησαν τῶν ἄλλων Ἑλλήνων.
40.2 ᾗ πολλοὶ συγκατατέθεινται. διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.
48.4 οὗτοι μὲν οὖν ἀπαχθέντες εἴς τι οἴκημα εὐτελὲς ἐθανατώθησαν διὰ τὰς προειρημένας αἰτίας. ὁ δʼ Ἀντίπατρος ἐσχάτως ἤδη διακείμενος ἀπέδειξεν ἐπιμελητὴν τῶν βασιλέων Πολυπέρχοντα καὶ στρατηγὸν αὐτοκράτορα, πρεσβύτατον σχεδὸν ὄντα τῶν Ἀλεξάνδρῳ συνεστρατευμένων καὶ τιμώμενον ὑπὸ τῶν κατὰ τὴν Μακεδονίαν, τὸν δʼ υἱὸν Κάσανδρον χιλίαρχον καὶ δευτερεύοντα κατὰ τὴν ἐξουσίαν.
51.7 διὰ ταῦτα δὴ συνέβη τὸν Θεμιστοκλέα τοῖς συνέδροις ἀπιστῆσαι. καὶ γὰρ ἐκ τῆς προγεγενημένης ἀπολογίας ἐν ταῖς Ἀθήναις ὑπὸ τοῦ Θεμιστοκλέους ἀφορμὰς εἶχον οἱ Λακεδαιμόνιοι πρὸς τὴν ὕστερον γενομένην κατηγορίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi