Kitap 3
πάντῃ δὲ κατὰ τὰς παρόδους προχεῖσθαι πηγὰς ὑδάτων τῇ γλυκύτητι διαφόρων, ὥστε τὸν τόπον εἶναι τοῖς βουλομένοις ἐνδιατρῖψαι προσηνέστατον. ἑξῆς δʼ ὑπάρχειν ἄντρον τῷ μὲν σχήματι κυκλοτερές, τῷ δὲ μεγέθει καὶ τῷ κάλλει θαυμαστόν. ὑπερκεῖσθαι γὰρ αὐτοῦ πανταχῇ κρημνὸν πρὸς ὕψος ἐξαίσιον, πέτρας ἔχοντα τοῖς χρώμασι διαφόρους· ἐναλλὰξ γὰρ ἀποστίλβειν τὰς μὲν θαλαττίᾳ πορφύρᾳ τὴν χρόαν ἐχούσας παραπλήσιον, τὰς δὲ κυανῷ, τινὰς δʼ ἄλλαις φύσεσι περιλαμπομέναις, ὥστε μηδὲν εἶναι χρῶμα τῶν ἑωραμένων παρʼ ἀνθρώποις περὶ τὸν τόπον ἀθεώρητον.
πρὸ δὲ τῆς εἰσόδου πεφυκέναι δένδρα θαυμαστά, τὰ μὲν κάρπιμα, τὰ δὲ ἀειθαλῆ, πρὸς αὐτὴν μόνον τὴν ἀπὸ τῆς θέας τέρψιν ὑπὸ τῆς φύσεως δεδημιουργημένα· ἐν δὲ τούτοις ἐννεοττεύειν ὄρνεα παντοδαπὰ ταῖς φύσεσιν, ἃ τὴν χρόαν ἔχειν ἐπιτερπῆ καὶ τὴν μελῳδίαν προσηνεστάτην. διὸ καὶ πάντα τὸν τόπον ὑπάρχειν μὴ μόνον θεοπρεπῆ κατὰ τὴν πρόσοψιν, ἀλλὰ καὶ κατὰ τὸν ἦχον, ὡς ἂν τῆς αὐτοδιδάκτου γλυκυφωνίας νικώσης τὴν ἐναρμόνιον τῆς τέχνης μελῳδίαν.
διελθόντι δὲ τὴν εἴσοδον θεωρεῖσθαι μὲν ἄντρον ἀναπεπταμένον καὶ τῇ κατὰ τὸν ἥλιον αὐγῇ περιλαμπόμενον, ἄνθη δὲ παντοδαπὰ πεφυκότα, καὶ μάλιστα τήν τε κασίαν καὶ τἄλλα τὰ δυνάμενα διʼ ἐνιαυτῶν διαφυλάττειν τὴν εὐωδίαν· ὁρᾶσθαι δὲ καὶ νυμφῶν εὐνὰς ἐν αὐτῷ πλείους ἐξ ἀνθῶν παντοδαπῶν, οὐ χειροποιήτους, ἀλλʼ ὑπʼ αὐτῆς τῆς φύσεως ἀνειμένας θεοπρεπῶς.
κατὰ πάντα δὲ τὸν τῆς περιφερείας κύκλον οὔτʼ ἄνθος οὔτε φύλλον πεπτωκὸς ὁρᾶσθαι. διὸ καὶ τοῖς θεωμένοις οὐ μόνον ἐπιτερπῆ φαίνεσθαι τὴν πρόσοψιν, ἀλλὰ καὶ τὴν εὐωδίαν προσηνεστάτην.
εἰς τοῦτο οὖν τὸ ἄντρον τὸν Ἄμμωνα παραγενόμενον παραθέσθαι τὸν παῖδα καὶ παραδοῦναι τρέφειν Νύσῃ, μιᾷ τῶν Ἀρισταίου θυγατέρων· ἐπιστάτην δʼ αὐτοῦ τάξαι τὸν Ἀρισταῖον, ἄνδρα συνέσει καὶ σωφροσύνῃ καὶ πάσῃ παιδείᾳ διαφέροντα.
πρὸς δὲ τὰς ἀπὸ τῆς μητρυιᾶς Ῥέας ἐπιβουλὰς φύλακα τοῦ παιδὸς καταστῆσαι τὴν Ἀθηνᾶν, μικρὸν πρὸ τούτων τῶν χρόνων γηγενῆ φανεῖσαν ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ, διʼ ὃν Τριτωνίδα προσηγορεῦσθαι.
μυθολογοῦσι δὲ τὴν θεὸν ταύτην ἑλομένην τὸν πάντα χρόνον τὴν παρθενίαν σωφροσύνῃ τε διενεγκεῖν καὶ τὰς πλείστας τῶν τεχνῶν ἐξευρεῖν, ἀγχίνουν οὖσαν καθʼ ὑπερβολήν· ζηλῶσαι δὲ καὶ τὰ κατὰ τὸν πόλεμον, ἀλκῇ δὲ καὶ ῥώμῃ διαφέρουσαν ἄλλα τε πολλὰ πρᾶξαι μνήμης ἄξια καὶ τὴν Αἰγίδα προσαγορευομένην ἀνελεῖν, θηρίον τι καταπληκτικὸν καὶ παντελῶς δυσκαταγώνιστον·
γηγενὲς γὰρ ὑπάρχον καὶ φυσικῶς ἐκ τοῦ στόματος ἄπλατον ἐκβάλλον φλόγα τὸ μὲν πρῶτον φανῆναι περὶ τὴν Φρυγίαν, καὶ κατακαῦσαι τὴν χώραν, ἣν μέχρι τοῦ νῦν κατακεκαυμένην Φρυγίαν ὀνομάζεσθαι· ἔπειτʼ ἐπελθεῖν τὰ περὶ τὸν Ταῦρον ὄρη συνεχῶς, καὶ κατακαῦσαι τοὺς ἑξῆς δρυμοὺς μέχρι τῆς Ἰνδικῆς. μετὰ δὲ ταῦτα πάλιν ἐπὶ θάλατταν τὴν ἐπάνοδον ποιησάμενον περὶ μὲν τὴν Φοινίκην ἐμπρῆσαι τοὺς κατὰ τὸν Λίβανον δρυμούς, καὶ διʼ Αἰγύπτου πορευθὲν ἐπὶ τῆς Λιβύης διελθεῖν τοὺς περὶ τὴν ἑσπέραν τόπους, καὶ τὸ τελευταῖον εἰς τοὺς περὶ τὰ Κεραύνια δρυμοὺς ἐγκατασκῆψαι.
ἐπιφλεγομένης δὲ τῆς χώρας πάντῃ, καὶ τῶν ἀνθρώπων τῶν μὲν ἀπολλυμένων, τῶν δὲ διὰ τὸν φόβον ἐκλειπόντων τὰς πατρίδας καὶ μακρὰν ἐκτοπιζομένων, τὴν Ἀθηνᾶν φασι τὰ μὲν συνέσει τὰ δʼ ἀλκῇ καὶ ῥώμῃ περιγενομένην ἀνελεῖν τὸ θηρίον, καὶ τὴν δορὰν αὐτοῦ περιαψαμένην φορεῖν τῷ στήθει, ἅμα μὲν σκέπης ἕνεκα καὶ τῆς φυλακῆς τοῦ σώματος πρὸς τοὺς ὕστερον κινδύνους, ἅμα δʼ ἀρετῆς ὑπόμνημα καὶ δικαίας δόξης.
τὴν δὲ μητέρα τοῦ θηρίου γῆν ὀργισθεῖσαν ἀνεῖναι τοὺς ὀνομαζομένους γίγαντας ἀντιπάλους τοῖς θεοῖς, οὓς ὕστερον ὑπὸ Διὸς ἀναιρεθῆναι, συναγωνιζομένης Ἀθηνᾶς καὶ Διονύσου μετὰ τῶν ἄλλων θεῶν.
οὐ μὴν ἀλλὰ τὸν Διόνυσον ἐν τῇ Νύσῃ τρεφόμενον καὶ μετέχοντα τῶν καλλίστων ἐπιτηδευμάτων μὴ μόνον γενέσθαι τῷ κάλλει καὶ τῇ ῥώμῃ διάφορον, ἀλλὰ καὶ φιλότεχνον καὶ πρὸς πᾶν τὸ χρήσιμον εὑρετικόν.
ἐπινοῆσαι γὰρ αὐτὸν ἔτι παῖδα τὴν ἡλικίαν ὄντα τοῦ μὲν οἴνου τὴν φύσιν τε καὶ χρείαν, ἀποθλίψαντα βότρυς τῆς αὐτοφυοῦς ἀμπέλου, τῶν δʼ ὡραίων τὰ δυνάμενα μὲν ξηραίνεσθαι καὶ πρὸς ἀποθησαυρισμὸν ὄντα χρήσιμα, μετὰ δὲ ταῦτα καὶ τὰς ἑκάστων κατὰ τρόπον φυτείας εὑρεῖν, καὶ βουληθῆναι τῷ γένει τῶν ἀνθρώπων μεταδοῦναι τῶν ἰδίων εὑρημάτων, ἐλπίσαντα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀθανάτων τεύξεσθαι τιμῶν.
τῆς δὲ περὶ αὐτὸν ἀρετῆς τε καὶ δόξης διαδιδομένης, λέγεται τὴν Ῥέαν ὀργισθεῖσαν Ἄμμωνι φιλοτιμηθῆναι λαβεῖν ὑποχείριον τὸν Διόνυσον· οὐ δυναμένην δὲ κρατῆσαι τῆς ἐπιβολῆς τὸν μὲν Ἄμμωνα καταλιπεῖν, ἀπαλλαγεῖσαν δὲ πρὸς τοὺς ἀδελφοὺς Τιτᾶνας συνοικῆσαι Κρόνῳ τῷ ἀδελφῷ·
τοῦτον δʼ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπʼ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερήματος ὑπάρξαι, τὸν δʼ Ἄμμωνα σιτοδείᾳ πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην.
τὸν δὲ Κρόνον μυθολογοῦσι κρατήσαντα τῶν Ἀμμωνίων τόπων τούτων μὲν ἄρχειν πικρῶς, ἐπὶ δὲ τὴν Νῦσαν καὶ τὸν Διόνυσον στρατεῦσαι μετὰ πολλῆ δυνάμεως. τὸν δὲ Διόνυσον πυθόμενον τά τε τοῦ πατρὸς ἐλαττώματα καὶ τὴν τῶν Τιτάνων ἐπʼ αὐτὸν συνδρομήν, ἀθροῖσαι στρατιώτας ἐκ τῆς Νύσης, ὧν εἶναι συντρόφους διακοσίους, διαφόρους τῇ τε ἀλκῇ καὶ τῇ πρὸς αὐτὸν εὐνοίᾳ· προσλαβέσθαι δὲ καὶ τῶν πλησιοχώρων τούς τε Λίβυας καὶ τὰς Ἀμαζόνας, περὶ ὧν προειρήκαμεν ὅτι δοκοῦσιν ἀλκῇ διενεγκεῖν, καὶ πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασθαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασθαι.
μάλιστα δʼ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀθηνᾶν διὰ τὸν ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρθενίας. διῃρημένης δὲ τῆς δυνάμεως, καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀθηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων, τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην.
μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατακτηθέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀθροίσαντα πλῆθος αἰχμαλώτων ἐπανελθεῖν εἰς τὴν Νῦσαν. ἐνταῦθα δὲ τὴν δύναμιν περιστήσαντα καθωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασθαι τῶν Τιτάνων, καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους. ἀπολύσαντος δʼ αὐτοῦς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσθαι συστρατεύειν· διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτοὺς ὡς θεόν.
τὸν δὲ Διόνυσον παράγοντα καθʼ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύσειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσθαι· διὸ καὶ τούτων πρώτων ὑποσπόνδων ὀνομασθέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχθέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν.
τοῦ δʼ οὖν Διονύσου μέλλοντος στρατεύειν ἐπὶ τὸν Κρόνον καὶ τῆς δυνάμεως ἐκ τῆς Νύσης ἐξιούσης, μυθολογοῦσιν Ἀρισταῖον τὸν ἐπιστάτην αὐτοῦ θυσίαν τε παραστῆσαι καὶ πρῶτον ἀνθρώπων ὡς θεῷ θῦσαι. συστρατεῦσαι δέ φασι καὶ τῶν Νυσαίων τοὺς εὐγενεστάτους, οὓς ὀνομάζεσθαι Σειληνούς.
πρῶτον γὰρ τῶν ἁπάντων βασιλεῦσαί φασι τῆς Νύσης Σειληνόν, οὗ τὸ γένος ὅθεν ἦν ὑπὸ πάντων ἀγνοεῖσθαι διὰ τὴν ἀρχαιότητα. ἔχοντος δʼ αὐτοῦ κατὰ τὴν ὀσφῦν οὐράν, διατελέσαι καὶ τοὺς ἐκγόνους τὸ παράσημον τοῦτο φοροῦντας διὰ τὴν τῆς φύσεως κοινωνίαν. τὸν δʼ οὖν Διόνυσον ἀναζεύξαντα μετὰ τῆς δυνάμεως, καὶ διελθόντα πολλὴν μὲν ἄνυδρον χώραν, οὐκ ὀλίγην δʼ ἔρημον καὶ θηριώδη, καταστρατοπεδεῦσαι περὶ πόλιν Λιβυκὴν τὴν ὀνομαζομένην Ζάβιρναν.
πρὸς δὲ ταύτῃ γηγενὲς ὑπάρχον θηρίον καὶ πολλοὺς ἀναλίσκον τῶν ἐγχωρίων, τὴν ὀνομαζομένην Κάμπην, ἀνελεῖν καὶ μεγάλης τυχεῖν δόξης ἐπʼ ἀνδρείᾳ παρὰ τοῖς ἐγχωρίοις. ποιῆσαι δʼ αὐτὸν καὶ χῶμα παμμέγεθες ἐπὶ τῷ φονευθέντι θηρίῳ, βουλόμενον ἀθάνατον ἀπολιπεῖν ὑπόμνημα τῆς ἰδίας ἀρετῆς, τὸ καὶ διαμεῖναν μέχρι τῶν νεωτέρων χρόνων.
ἔπειτα τὸν μὲν Διόνυσον προάγειν πρὸς τοὺς Τιτᾶνας, εὐτάκτως ποιούμενον τὰς ὁδοιπορίας καὶ πᾶσι τοῖς ἐγχωρίοις φιλανθρώπως προσφερόμενον καὶ τὸ σύνολον ἑαυτὸν ἀποφαινόμενον στρατεύειν ἐπὶ κολάσει μὲν τῶν ἀσεβῶν, εὐεργεσίᾳ δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων. τοὺς δὲ Λίβυας θαυμάζοντας τὴν εὐταξίαν καὶ τὸ τῆς ψυχῆς μεγαλοπρεπές, τροφάς τε παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλεῖς καὶ συστρατεύειν προθυμότατα.
συνεγγιζούσης δὲ τῆς δυνάμεως τῇ πόλει τῶν Ἀμμωνίων, τὸν Κρόνον πρὸ τοῦ τείχους παρατάξει λειφθέντα τὴν μὲν πόλιν νυκτὸς ἐμπρῆσαι, σπεύδοντα εἰς τέλος καταφθεῖραι τοῦ Διονύσου τὰ πατρῷα βασίλεια, αὐτὸν δʼ ἀναλαβόντα τὴν γυναῖκα Ῥέαν καί τινας τῶν συνηγωνισμένων φίλων λαθεῖν ἐκ τῆς πόλεως διαδράντα. οὐ μὴν τόν γε Διόνυσον ὁμοίαν ἔχειν τούτῳ προαίρεσιν· λαβόντα γὰρ τόν τε Κρόνον καὶ τὴν Ῥέαν αἰχμαλώτους οὐ μόνον ἀφεῖναι τῶν ἐγκλημάτων διὰ τὴν συγγένειαν, ἀλλὰ καὶ παρακαλέσαι τὸν λοιπὸν χρόνον γονέων ἔχειν πρὸς αὐτὸν εὔνοιάν τε καὶ τάξιν καὶ συζῆν τιμωμένους ὑπʼ αὐτοῦ μάλιστα πάντων.
τὴν μὲν οὖν Ῥέαν διατελέσαι πάντα τὸν βίον ὡς υἱὸν ἀγαπῶσαν, τὸν δὲ Κρόνον ὕπουλον ἔχειν τὴν εὔνοιαν. γενέσθαι δʼ αὐτοῖς περὶ τούτους τοὺς χρόνους υἱόν, ὃν προσαγορευθῆναι Δία, τιμηθῆναι δὲ μεγάλως ὑπὸ τοῦ Διονύσου, καὶ διʼ ἀρετὴν ἐν τοῖς ὕστερον χρόνοις γενέσθαι πάντων βασιλέα.
τῶν δὲ Λιβύων εἰρηκότων αὐτῷ πρὸ τῆς μάχης ὅτι καθʼ ὃν καιρὸν ἐξέπεσεν ἐκ τῆς βασιλείας Ἄμμων, τοῖς ἐγχωρίοις προειρηκὼς εἴη τεταγμένοις χρόνοις ἥξειν υἱὸν αὐτοῦ Διόνυσον, καὶ τήν τε πατρῴαν ἀνακτήσεσθαι βασιλείαν καὶ πάσης τῆς οἰκουμένης κυριεύσαντα θεὸν νομισθήσεσθαι, ὑπολαβὼν ἀληθῆ γεγονέναι μάντιν τό τε χρηστήριον ἱδρύσατο τοῦ πατρὸς καὶ τὴν πόλιν οἰκοδομήσας τιμὰς ὥρισεν ὡς θεῷ καὶ τοὺς ἐπιμελησομένους τοῦ μαντείου κατέστησε. παραδεδόσθαι δὲ τὸν Ἄμμωνα ἔχειν κριοῦ κεφαλὴν τετυπωμένην, παράσημον ἐσχηκότος αὐτοῦ τὸ κράνος κατὰ τὰς στρατείας.
εἰσὶ δʼ οἱ μυθολογοῦντες αὐτῷ πρὸς ἀλήθειαν γενέσθαι καθʼ ἑκάτερον μέρος τῶν κροτάφων κεράτια· διὸ καὶ τὸν Διόνυσον, υἱὸν αὐτοῦ γεγονότα, τὴν ὁμοίαν ἔχειν πρόσοψιν, καὶ τοῖς ἐπιγινομένοις τῶν ἀνθρώπων παραδεδόσθαι τὸν θεὸν τοῦτον γεγονότα κερατίαν.
μετὰ δʼ οὖν τὴν τῆς πόλεως οἰκοδομίαν καὶ τὴν περὶ τὸ χρηστήριον κατάστασιν πρῶτόν φασι τὸν Διόνυσον χρήσασθαι τῷ θεῷ περὶ τῆς στρατείας, καὶ λαβεῖν παρὰ τοῦ πατρὸς χρησμὸν ὅτι τοὺς ἀνθρώπους εὐεργετῶν τεύξεται τῆς ἀθανασίας.
διὸ καὶ μετεωρισθέντα τῇ ψυχῇ τὸ μὲν πρῶτον ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι, καὶ τῆς χώρας καταστῆσαι βασιλέα Δία τὸν Κρόνου καὶ Ῥέας, παῖδα τὴν ἡλικίαν ὄντα. παρακαταστῆσαι δʼ αὐτῷ καὶ ἐπιστάτην Ὄλυμπον, ἀφʼ οὗ τὸν Δία παιδευθέντα καὶ πρωτεύσαντα κατʼ ἀρετὴν Ὀλύμπιον προσαγορευθῆναι.
τὸν δʼ οὖν Διόνυσον λέγεται διδάξαι τοὺς Αἰγυπτίους τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὴν χρῆσιν καὶ τὴν παράθεσιν τοῦ τε οἴνου καὶ τῶν ἀκροδρύων καὶ τῶν ἄλλων καρπῶν. πάντῃ δὲ διαδιδομένης περὶ αὐτοῦ φήμης ἀγαθῆς μηδένα καθάπερ πρὸς πολέμιον ἀντιτάττεσθαι, πάντας δὲ προθύμως ὑπακούοντας ἐπαίνοις καὶ θυσίαις ὡς θεὸν τιμᾶν.
τῷ δʼ αὐτῷ τρόπῳ φασὶν ἐπελθεῖν τὴν οἰκουμένην, ἐξημεροῦντα μὲν τὴν χώραν ταῖς φυτείαις, εὐεργετοῦντα δὲ τοὺς λαοὺς μεγάλαις τιμαῖς καὶ χάρισι πρὸς τὸν αἰῶνα. διὸ καὶ πάντας τοὺς ἀνθρώπους ἐν ταῖς πρὸς τοὺς ἄλλους θεοὺς τιμαῖς οὐχ ὁμοίαν ἔχοντας προαίρεσιν ἀλλήλοις σχεδὸν ἐπὶ μόνου τοῦ Διονύσου συμφωνουμένην ἀποδεικνύειν μαρτυρίαν τῆς ἀθανασίας· οὐδένα γὰρ οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων ἄμοιρον εἶναι τῆς τούτου δωρεᾶς καὶ χάριτος, ἀλλὰ καὶ τοὺς ἀπηγριωμένην ἔχοντας χώραν ἢ πρὸς φυτείαν ἀμπέλου παντελῶς ἀπηλλοτριωμένην μαθεῖν τὸ κατασκευαζόμενον ἐκ τῶν κριθῶν πόμα βραχὺ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας.
τὸν δʼ οὖν Διόνυσόν φασι τὴν κατάβασιν ἐκ τῆς Ἰνδικῆς ἐπὶ τὴν θάλατταν ποιησάμενον καταλαβεῖν ἅπαντας τοὺς Τιτᾶνας ἠθροικότας δυνάμεις καὶ διαβεβηκότας εἰς Κρήτην ἐπʼ Ἄμμωνα. προσβεβοηθηκότος δὲ καὶ τοῦ Διὸς ἐκ τῆς Αἰγύπτου τοῖς περὶ τὸν Ἄμμωνα, καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῇ νήσῳ, ταχέως καὶ τοὺς περὶ τὸν Διόνυσον καὶ τὴν Ἀθηνᾶν καί τινας τῶν ἄλλων θεῶν νομισθέντων συνδραμεῖν εἰς Κρήτην.
γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς.
τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων.
τὰς δʼ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δʼ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας· καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δʼ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας. ἐνεργῆσαι δʼ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δʼ ἐπινοῆσαι.
διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν. οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτʼ ἐφʼ Ἡρακλέους.
δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρʼ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα· τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν.
ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι.
ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας· συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν Ὀλυμπίων θεῶν. οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν· ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.