Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 3

arg. τάδε ἔνεστιν ἐν τῇ τρίτῃ. τῶν Διοδώρου βίβλων.
arg. περὶ Αἰθιόπων τῶν ὑπὲρ τῆς Λιβύης καὶ τῶν παρʼ αὐτοῖς ἀρχαιολογουμένων.
arg. περὶ τῶν χρυσείων μετάλλων τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς Αἰγύπτου καὶ τῆς κατασκευῆς τοῦ χρυσοῦ.
arg. περὶ τῶν κατοικούντων ἐθνῶν τὴν παράλιον τὴν παρὰ τὸν Ἀραβικὸν κόλπον καὶ καθόλου πᾶσαν τὴν παρὰ τὸν ὠκεανὸν μέχρι τῆς Ἰνδικῆς. ἐν δὲ τούτοις δηλοῦται τὰ κατὰ μέρος ἔθνη τίσι νομίμοις χρῆται καὶ παρὰ τίνας αἰτίας πολλὰ παρʼ αὐτοῖς ἱστορεῖται παντελῶς ἐξηλλαγμένα καὶ διὰ τὸ παράδοξον ἀπιστούμενα.
arg. περὶ τῶν κατὰ τὴν Λιβύην ἀρχαιολογουμένων καὶ περὶ Γοργόνων καὶ Ἀμαζονίδων καὶ Ἄμμωνος καὶ Ἄτλαντος ἱστορουμένων. περὶ τῶν κατὰ τὴν Νῦσαν μυθολογουμένων, ἐν οἷς ἐστι καὶ περὶ Τιτάνων καὶ Διονύσου καὶ μητρὸς θεῶν.
1.1 τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρʼ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς οὔσης Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων,
1 / 121 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi