Kitap 20
προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς.
ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφʼ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν ὁ κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων· τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας.
οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων.
ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων διαφθαρῆναι.
ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδʼ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.
Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν. κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους.
εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δʼ ἦν ἡ μεγίστη πεντήρης, ἡ δʼ ἐλαχίστη τετρήρης· στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων,
ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων. οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα· ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος.
ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.
κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.
τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.
ὁ δὲ Δημήτριος κατανοήσας τὸν ἐπίπλουν Ἀντισθένην μὲν τὸν ναύαρχον ἔχοντα ναῦς δέκα τῶν πεντηρικῶν ἀπέλιπε κωλύσοντα τὰς ἐκ τῆς πόλεως ναῦς ἐπεξιέναι πρὸς τὴν ναυμαχίαν, ἔχοντος τοῦ λιμένος στενὸν τὸν ἔκπλουν, τοῖς δʼ ἱππεῦσι προσέταξε παράγειν παρὰ τὸν αἰγιαλόν, ἵνʼ ἐάν τι γένηται πταῖσμα, διασώσαιεν τοὺς πρὸς τὴν γῆν διανηξομένους.
αὐτὸς δʼ ἐκτάξας τὰς ναῦς ἀπήντα τοῖς πολεμίοις, ἔχων τὰς ἁπάσας ὀκτὼ πλείους τῶν ἑκατὸν σὺν ταῖς πληρωθείσαις ἐκ τῶν χωρίων τῶν ληφθέντων· τούτων δʼ ἦσαν αἱ μέγισται μὲν ἑπτήρεις, αἱ πλεῖσται δὲ πεντήρεις.
καὶ τὸ μὲν εὐώνυμον κέρας ἐπεῖχον ἑπτήρεις ἑπτὰ Φοινίκων, τετρήρεις δὲ τριάκοντα τῶν Ἀθηναίων, Μηδίου τοῦ ναυάρχου τὴν ἡγεμονίαν ἔχοντος· ἐπίπλους δὲ τούτοις ἔταξεν ἑξήρεις δέκα καὶ πεντήρεις ἄλλας τοσαύτας, διεγνωκὼς ἴσως ἰσχυρὸν κατασκευάσαι τοῦτο τὸ κέρας ἐφʼ οὗ καὶ αὐτὸς ἤμελλε διαγωνίζεσθαι.
κατὰ μέσην δὲ τὴν τάξιν τὰ ἐλάχιστα τῶν σκαφῶν ἔστησεν, ὧν ἡγοῦντο Θεμίσων τε ὁ Σάμιος καὶ Μαρσύας ὁ τὰς Μακεδονικὰς πράξεις συνταξάμενος. τὸ δὲ δεξιὸν εἶχε κέρας Ἡγήσιππός τε ὁ Ἁλικαρνασσεὺς καὶ Πλειστίας ὁ Κῷος, ἀρχικυβερνήτης ὢν τοῦ σύμπαντος στόλου.
Πτολεμαῖος δὲ τὸ μὲν πρῶτον ἔτι νυκτὸς ἐπέπλει κατὰ σπουδὴν ἐπὶ τὴν Σαλαμῖνα, νομίζων φθάσαι τοὺς πολεμίους τὸν εἴσπλουν ποιησάμενος· ὡς δʼ ἡμέρας ἐπιγενομένης οὐ μακρὰν ὁ τῶν ἐναντίων στόλος ἐκτεταγμένος ἑωρᾶτο, καὶ αὐτὸς τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζετο.
τὰ μὲν οὖν πόρια πόρρωθεν ἐπακολουθεῖν παρήγγειλεν, τῶν δὲ ἄλλων νεῶν τὴν ἁρμόζουσαν τάξιν ποιησάμενος αὐτὸς τὸ λαιὸν κέρας διακατεῖχε, συναγωνιζομένων αὐτῷ τῶν μεγίστων σκαφῶν. τοιαύτης δὲ τῆς διατάξεως γενομένης εὐχὰς ἑκάτεροι τοῖς θεοῖς ἐποιοῦντο, καθάπερ ἦν ἔθος, διὰ τῶν κελευστῶν, συνεπιλαβομένου καὶ τοῦ πλήθους τῇ φωνῇ.
οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν. Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς·
τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη. ὡς δʼ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ συνηλάλαξαν αἱ δυνάμεις ἀμφότεραι, φερομένων ἁπασῶν τῶν νεῶν εἰς ἐμβολὴν καταπληκτικῶς τὸ μὲν πρῶτον τοῖς τόξοις καὶ τοῖς πετροβόλοις, ἔτι δὲ τοῖς ἀκοντίσμασι πυκνοῖς χρώμενοι κατετραυμάτιζον τοὺς ὑποπίπτοντας· εἶτα συνεγγισάντων τῶν σκαφῶν καὶ μελλούσης γίνεσθαι τῆς ἐμβολῆς βιαίου οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων συγκαθῆκαν, οἱ δʼ ἐρέται παρακληθέντες ὑπὸ τῶν κελευστῶν ἐκθυμότερον ἐνέκειντο.
ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς· αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου. τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες·
οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων ἐφονεύοντο, οἱ δὲ κρατήσαντες τῆς ἐπιβολῆς τοὺς μὲν ἀνῄρουν, τοὺς δὲ κατὰ τὴν στενοχωρίαν ἐκβιαζόμενοι περιέτρεπον εἰς τὸ πέλαγος. ὅλως δὲ ποικίλαι καὶ παράλογοι συνίσταντο μάχαι, πολλάκις τῶν μὲν ἡττόνων ἐπικρατούντων διὰ τὴν τῶν σκαφῶν ὑπεροχήν, τῶν δὲ κρειττόνων θλιβομένων διὰ τὸ περὶ τὴν στάσιν ἐλάττωμα καὶ τὴν ἀνωμαλίαν τῶν συμβαινόντων ἐν τοῖς τοιούτοις κινδύνοις.
ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς διʼ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.
λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.
τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.
Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.
Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.
κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον. γενομένου δʼ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα.
τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι· τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν. διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.
μετὰ δὲ ταῦτα Πτολεμαῖος ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον ἀπῆρεν εἰς Αἴγυπτον. Δημήτριος δὲ πάσας τὰς ἐν τῇ νήσῳ πόλεις παραλαβὼν καὶ τοὺς φρουροῦντας στρατιώτας, τούτους μὲν εἰς τάξεις κατεχώρισεν, ὄντας πεζοὺς μὲν μυρίους ἑξακισχιλίους συντεταγμένους, ἱππεῖς δὲ περὶ ἑξακοσίους, πρὸς δὲ τὸν πατέρα ταχέως ἐμβιβάσας εἰς τὴν μεγίστην ναῦν τοὺς δηλώσοντας περὶ τῶν κατορθωθέντων ἐξαπέστειλεν.
ὁ δʼ Ἀντίγονος πυθόμενος τὴν γεγενημένην νίκην καὶ μετεωρισθεὶς ἐπὶ τῷ μεγέθει τοῦ προτερήματος διάδημα περιέθετο καὶ τὸ λοιπὸν ἐχρημάτιζε βασιλεύς, συγχωρήσας καὶ τῷ Δημητρίῳ τῆς αὐτῆς τυγχάνειν προσηγορίας καὶ τιμῆς.
ὁ δὲ Πτολεμαῖος οὐδὲν τῇ ψυχῇ ταπεινωθεὶς διὰ τὴν ἧτταν καὶ αὐτὸς ὁμοίως ἀνέλαβε τὸ διάδημα καὶ πρὸς ἅπαντας ἀνέγραφεν ἑαυτὸν βασιλέα.
παραπλησίως δὲ τούτοις καὶ οἱ λοιποὶ δυνάσται ζηλοτυπήσαντες ἀνηγόρευον ἑαυτοὺς βασιλεῖς, Σέλευκος μὲν προσφάτως τὰς ἄνω σατραπείας προσκεκτημένος, Λυσίμαχος δὲ καὶ Κάσανδρος τὰς ἐξ ἀρχῆς δοθείσας μερίδας διατηροῦντες. ἡμεῖς δὲ περὶ τούτων ἱκανῶς εἰρηκότες ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ Λιβύην καὶ Σικελίαν πραχθέντων.
Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα. καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν· ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος· ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι.
οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας· ἄφνω δʼ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν· οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπʼ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν.
οἱ δʼ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον.
εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν·
οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι.
ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων.
ὅπερ καὶ συνέβη γενέσθαι· ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτʼ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρʼ ἀνθρώποις ὁσίων.
ὁ δʼ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν.