Kitap 20
ἐν δὲ τῇ Καρχηδόνι Βορμίλκας πάλαι διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπεζήτει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον. πολλάκις δὲ διδόντος τοῦ καιροῦ τὰς ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμπίπτουσα διεκώλυεν· δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν. ὃ καὶ τότε συνέβαινεν καὶ περὶ ἐκεῖνον·
ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας.
καθʼ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα.
οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος· εἵλετο γὰρ ἂν Βορμίλκας ἐπʼ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν· οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο· ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετʼ Ὀφέλλα δύναμιν.
ἀλλʼ, οἶμαι, παρʼ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δʼ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν·
ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι.
ταύτῃ δʼ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεωρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελουμένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δʼ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δʼ ἀναγραφὴν ἐστερημένην τῆς ὁμοίας ἐξουσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως.
ὁ δʼ οὖν Βορμίλκας ἐξετασμὸν τῶν στρατιωτῶν ποιησάμενος ἐν τῇ καλουμένῃ Νέᾳ πόλει, μικρὸν ἔξω τῆς ἀρχαίας Καρχηδόνος οὔσῃ, τοὺς μὲν ἄλλους διαφῆκε, τοὺς δὲ συνειδότας περὶ τῆς ἐπιθέσεως, ὄντας πολίτας μὲν πεντακοσίους, μισθοφόρους δὲ περὶ χιλίους, ἀνέδειξεν ἑαυτὸν τύραννον.
εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων. γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως· ὡς δʼ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὥρμησαν ἐπὶ τὸν τύραννον.
ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὥρμησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε.
τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος.
διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθʼ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι. καταλαβομένων δʼ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι.
τέλος δὲ πρέσβεις πέμψαντες τῶν πρεσβυτάτων τοὺς εὐθέτους καὶ τῶν ἐγκλημάτων δόντες ἄφεσιν διελύθησαν· καὶ τοῖς μὲν ἄλλοις οὐδὲν ἐμνησικάκησαν διὰ τοὺς περιεστῶτας τὴν πόλιν κινδύνους, αὐτὸν δὲ τὸν Βορμίλκαν αἰκισάμενοι δεινῶς τοῦ ζῆν ἐστέρησαν, οὐδὲν φροντίσαντες τῶν δεδομένων ὅρκων. Καρχηδόνιοι μὲν οὖν κινδυνεύσαντες τοῖς ὅλοις σφαλῆναι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρῴαν πολιτείαν.
Ἀγαθοκλῆς δὲ πλοῖα φορτηγὰ γεμίσας τῶν λαφύρων καὶ τοὺς ἀχρήστους εἰς πόλεμον τῶν ἐκ Κυρήνης παραγενομένων ἐμβιβάσας ἀπέστειλεν εἰς Συρακούσσας. χειμώνων δʼ ἐπιγενομένων ἃ μὲν διεφθάρη τῶν πλοίων, ἃ δʼ ἐξέπεσε πρὸς τὰς κατʼ Ἰταλίαν Πιθηκούσσας νήσους, ὀλίγα δʼ εἰς τὰς Συρακούσσας διεσώθη.
κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον.
εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν. διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου· παράγγελμα δʼ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου.
καταπλεύσαντος δʼ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
τῶν δʼ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων. τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δʼ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δʼ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ.
τῇ δʼ ὑστεραίᾳ πεμφθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
οὗτος μὲν οὖν ἔτη δέκα τῆς πόλεως ἐπιστατήσας ἐξέπεσεν ἐκ τῆς πατρίδος τὸν εἰρημένον τρόπον. ὁ δὲ δῆμος τῶν Ἀθηναίων κομισάμενος τὴν ἐλευθερίαν ἐψηφίσατο τιμὰς τοῖς αἰτίοις τῆς αὐτονομίας. Δημήτριος δʼ ἐπιστήσας τοὺς πετροβόλους καὶ τὰς ἄλλας μηχανὰς καὶ τὰ βέλη προσέβαλλε τῇ Μουνυχίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
ἀμυνομένων δὲ τῶν ἔνδον ἀπὸ τῶν τειχῶν εὐρώστως συνέβαινε τοὺς μὲν περὶ Διονύσιον προέχειν ταῖς δυσχωρίαις καὶ ταῖς τῶν τόπων ὑπεροχαῖς, οὔσης τῆς Μουνυχίας ὀχυρᾶς οὐ μόνον ἐκ φύσεως, ἀλλὰ καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς, τοὺς δὲ περὶ τὸν Δημήτριον τῷ τε πλήθει τῶν στρατιωτῶν πολλαπλασίους εἶναι καὶ ταῖς παρασκευαῖς πολλὰ πλεονεκτεῖν.
τέλος δʼ ἐπὶ δύο ἡμέρας συνεχῶς τῆς πολιορκίας γινομένης οἱ μὲν φρουροὶ τοῖς καταπέλταις καὶ πετροβόλοις συντιτρωσκόμενοι καὶ διαδόχους οὐκ ἔχοντες ἠλαττοῦντο, οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ διαδοχῆς κινδυνεύοντες καὶ νεαλεῖς ἀεὶ γινόμενοι, διὰ τῶν πετροβόλων ἐρημωθέντος τοῦ τείχους, ἐνέπεσον εἰς τὴν Μουνυχίαν καὶ τοὺς μὲν φρουροὺς ἠνάγκασαν θέσθαι τὰ ὅπλα, τὸν δὲ φρούραρχον Διονύσιον ἐζώγρησαν.
τούτων δὲ ὀλίγαις ἡμέραις κατευτυχηθέντων ὁ μὲν Δημήτριος κατασκάψας τὴν Μουνυχίαν ὁλόκληρον τῷ δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησεν καὶ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτοὺς συνέθετο,
οἱ δὲ Ἀθηναῖοι γράψαντος ψήφισμα Στρατοκλέους ἐψηφίσαντο χρυσᾶς μὲν εἰκόνας ἐφʼ ἅρματος στῆσαι τοῦ τε Ἀντιγόνου καὶ Δημητρίου πλησίον Ἁρμοδίου καὶ Ἀριστογείτονος, στεφανῶσαι δὲ ἀμφοτέρους ἀπὸ ταλάντων διακοσίων καὶ βωμὸν ἱδρυσαμένους προσαγορεῦσαι Σωτήρων, πρὸς δὲ τὰς δέκα φυλὰς προσθεῖναι δύο, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ συντελεῖν αὐτοῖς κατʼ ἐνιαυτὸν ἀγῶνας καὶ πομπὴν καὶ θυσίαν, ἐνυφαινόντων αὐτοὺς εἰς τὸν τῆς Ἀθηνᾶς πέπλον κατʼ ἐνιαυτόν.
ὁ μὲν οὖν δῆμος ἐν τῷ Λαμιακῷ πολέμῳ καταλυθεὶς ὑπʼ Ἀντιπάτρου μετʼ ἔτη πεντεκαίδεκα παραδόξως ἐκομίσατο τὴν πάτριον πολιτείαν· ὁ δὲ Δημήτριος, φρουρουμένης τῆς Μεγαρέων πόλεως, ἐκπολιορκήσας αὐτὴν ἀπέδωκεν τὴν αὐτονομίαν τῷ δήμῳ καὶ τιμῶν ἀξιολόγων ἔτυχεν ὑπὸ τῶν εὖ παθόντων.
Ἀντίγονος δέ, παραγενομένων πρὸς αὐτὸν Ἀθήνηθεν πρεσβευτῶν καὶ τό τε περὶ τῶν τιμῶν ἀναδόντων ψήφισμα καὶ περὶ σίτου καὶ ξύλων εἰς ναυπηγίαν διαλεχθέντων, ἔδωκεν αὐτοῖς πυροῦ μὲν μεδίμνων πεντεκαίδεκα μυριάδας, ὕλην δὲ τὴν ἱκανὴν ναυσὶν ἑκατόν· ἐξ Ἴμβρου δὲ τὴν φρουρὰν ἐξαγαγὼν ἀπέδωκεν αὐτοῖς τὴν πόλιν.
πρὸς δὲ τὸν υἱὸν Δημήτριον ἔγραψε κελεύων τῶν μὲν συμμαχίδων πόλεων συνέδρους συστήσασθαι τοὺς βουλευσομένους κοινῇ περὶ τῶν τῇ Ἑλλάδι συμφερόντων, αὐτὸν δὲ μετὰ τῆς δυνάμεως εἰς Κύπρον πλεῦσαι καὶ διαπολεμῆσαι τὴν ταχίστην πρὸς τοὺς Πτολεμαίου στρατηγούς.
οὗτος μὲν οὖν συντόμως πάντα πράξας κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς καὶ κομισθεὶς ἐπὶ Καρίας παρεκάλει τοὺς Ῥοδίους πρὸς τὸν κατὰ Πτολεμαίου πόλεμον. οὐ προσεχόντων δʼ αὐτῶν, ἀλλὰ κοινὴν εἰρήνην αἱρουμένων ἄγειν πρὸς ἅπαντας ταύτην ἀρχὴν συνέβη γενέσθαι τῷ δήμῳ τῆς πρὸς Ἀντίγονον ἀλλοτριότητος.
ὁ δὲ Δημήτριος παραπλεύσας εἰς Κιλικίαν κἀκεῖθεν ναῦς καὶ στρατιώτας προσλαβόμενος διέπλευσεν εἰς τὴν Κύπρον ἔχων πεζοὺς μὲν μυρίους πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ναῦς δὲ ταχυναυτούσας μὲν τριήρεις πλείους τῶν ἑκατὸν δέκα, τῶν δὲ βαρυτέρων στρατιωτίδων πεντήκοντα καὶ τρεῖς καὶ πόρια τῶν παντοδαπῶν ἱκανὰ τῷ πλήθει τῶν ἱππέων τε καὶ πεζῶν.
καὶ τὸ μὲν πρῶτον κατεστρατοπέδευσεν ἐν τῇ παραλίᾳ τῆς Καρπασίας καὶ νεωλκήσας τὰ σκάφη χάρακι καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὠχύρωσεν· ἔπειτα τοῖς πλησιοχώροις προσβολὰς ποιησάμενος εἷλε κατὰ κράτος Οὐρανίαν καὶ Καρπασίαν, τῶν δὲ νεῶν τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Σαλαμῖνα.
ὁ δὲ τεταγμένος ὑπὸ Πτολεμαίου τῆς νήσου στρατηγὸς Μενέλαος συναγαγὼν τοὺς στρατιώτας ἐκ τῶν φρουρίων διέτριβεν ἐν Σαλαμῖνι, ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων ἐξῆλθεν ἔχων πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ περὶ ὀκτακοσίους. γενομένης δὲ μάχης ἐπʼ ὀλίγον χρόνον οἱ μὲν περὶ τὸν Μενέλαον ἐκβιασθέντες ἐτράπησαν, ὁ δὲ Δημήτριος συνδιώξας τοὺς πολεμίους εἰς τὴν πόλιν αἰχμαλώτους μὲν ἔλαβεν οὐ πολὺ ἐλάττους τρισχιλίων, ἀνεῖλε δὲ περὶ χιλίους.
τοὺς δʼ ἁλόντας τὸ μὲν πρῶτον ἀπολύσας τῶν ἐγκλημάτων καταδιεῖλεν εἰς τὰς τῶν ἰδίων στρατιωτῶν τάξεις· ἀποδιδρασκόντων δʼ αὐτῶν πρὸς τοὺς περὶ τὸν Μενέλαον διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι παρὰ Πτολεμαίῳ, γνοὺς ἀμεταθέτους ὄντας ἐνεβίβασεν εἰς τὰς ναῦς καὶ πρὸς Ἀντίγονον εἰς Συρίαν ἀπέστειλεν.
οὗτος δὲ τοῦτον τὸν χρόνον διέτριβε περὶ τὴν ἄνω Συρίαν, πόλιν κτίζων περὶ τὸν Ὀρόντην ποταμὸν τὴν ὠνομασμένην Ἀντιγονίαν ἀφʼ ἑαυτοῦ. κατεσκεύαζε δὲ πολυτελῶς, τὴν περίμετρον ὑποστησάμενος σταδίων ἑβδομήκοντα· εὐφυὴς γὰρ ἦν ὁ τόπος ἐφεδρεῦσαι τῇ τε Βαβυλῶνι καὶ ταῖς ἄνω σατραπείαις καὶ πάλιν τῇ κάτω Συρίᾳ καὶ ταῖς ἀπʼ Αἰγύπτου σατραπείαις.
οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπʼ αὐτοῦ, ἀπʼ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες·
τῶν δὲ κατὰ τὴν Κύπρον οἱ περὶ τὸν Μενέλαον ἡττημένοι τῇ μάχῃ τὰ μὲν βέλη καὶ τὰς μηχανὰς παρεκόμισαν ἐπὶ τὰ τείχη καὶ τοῖς στρατιώταις διαλαβόντες τὰς ἐπάλξεις παρεσκευάζοντο πρὸς τὸν κίνδυνον, ὁρῶντες καὶ τὸν Δημήτριον πρὸς πολιορκίαν ἑτοιμαζόμενον,
πρὸς δὲ Πτολεμαῖον ἀπέστειλαν εἰς Αἴγυπτον τοὺς δηλώσοντας περὶ τῶν ἐλαττωμάτων καὶ ἀξιώσοντας βοηθεῖν, ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων.
Δημήτριος δὲ τήν τε τῶν Σαλαμινίων ὁρῶν πόλιν οὐκ εὐκαταφρόνητον οὖσαν καὶ στρατιωτῶν πλῆθος ὑπάρχον ἐν αὐτῇ τῶν ἀμυνομένων ἔκρινε μηχανάς τε τοῖς μεγέθεσιν ὑπεραιρούσας κατασκευάζειν καὶ καταπέλτας ὀξυβελεῖς καὶ λιθοβόλους παντοίους καὶ τὴν ἄλλην κατασκευὴν καταπληκτικήν. μετεπέμψατο δὲ καὶ τεχνίτας ἐκ τῆς Ἀσίας καὶ σίδηρον, ἔτι δʼ ὕλης πλῆθος καὶ τῆς ἄλλης χορηγίας τὴν ἐπιτήδειον κατασκευήν.
ταχὺ δὲ πάντων εὐτρεπῶν αὐτῷ γενομένων συνέπηξε μηχανὴν τὴν ὀνομαζομένην ἑλέπολιν, τὸ πλάτος ἔχουσαν ἑκάστην πλευρὰν τεσσαράκοντα καὶ πέντε πήχεις, τὸ δʼ ὕψος πηχῶν ἐννενήκοντα, διειλημμένην στέγαις ἐννέα, ὑπότροχον δὲ πᾶσαν τροχοῖς στερεοῖς τέσσαρσιν ὀκταπήχεσι τὸ ὕψος.
κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους. τῆς δʼ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων.