Kitap 20
32.5
τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθʼ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δʼ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα.
48.3
τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς· Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας· ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.
32.6
ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ. οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφʼ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δʼ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.