Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

30.3 ὡς δʼ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δʼ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθʼ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.
64.2 διʼ ἣν αἰτίαν Οἰδίπους ὕστερον ὠνομάσθη. οἱ δʼ οἰκέται λαβόντες τὸ παιδίον ἐκθεῖναι μὲν οὐκ ἠθέλησαν, ἐδωρήσαντο δὲ τῇ Πολύβου γυναικί, οὐ δυναμένῃ γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα ἀνδρωθέντος τοῦ παιδός, ὁ μὲν Λάιος ἔκρινεν ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ βρέφους τοῦ ἐκτεθέντος, ὁ δὲ Οἰδίπους μαθὼν παρά τινος τὴν καθʼ ἑαυτὸν ὑποβολήν, ἐπεχείρησεν ἐπερωτῆσαι τὴν Πυθίαν περὶ τῶν κατʼ ἀλήθειαν γονέων. κατὰ δὲ τὴν Φωκίδα τούτων ἀλλήλοις ἀπαντησάντων, ὁ μὲν Λάιος ὑπερηφάνως ἐκχωρεῖν τῆς ὁδοῦ προσέταττεν, ὁ δʼ Οἰδίπους ὀργισθεὶς ἀπέκτεινε τὸν Λάιον, ἀγνοῶν ὅτι πατὴρ ἦν αὐτοῦ.
30.4 ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις· ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ. τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν· λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi