Kitap 20
ἔδωκε δὲ τοῖς πολίταις καὶ τὴν ἐξουσίαν ἐν ὁποίᾳ τις βούλεται φυλῇ τάττεσθαι καὶ ὅποι προαιροῖτο τιμήσασθαι. τὸ δʼ ὅλον, ὁρῶν τεθησαυρισμένον κατʼ αὐτοῦ παρὰ τοῖς ἐπιφανεστάτοις τὸν φθόνον, ἐξέκλινε τὸ προσκόπτειν τισὶ τῶν ἄλλων πολιτῶν, ἀντίταγμα κατασκευάζων τῇ τῶν εὐγενῶν ἀλλοτριότητι τὴν παρὰ τῶν πολλῶν εὔνοιαν.
καὶ κατὰ μὲν τὴν τῶν ἱππέων δοκιμασίαν οὐδενὸς ἀφείλετο τὸν ἵππον, κατὰ δὲ τὴν τῶν συνέδρων καταγραφὴν οὐδένα τῶν ἀδοξούντων συγκλητικῶν ἐξέβαλεν, ὅπερ ἦν ἔθος ποιεῖν τοῖς τιμηταῖς. εἶθʼ οἱ μὲν ὕπατοι διὰ τὸν φθόνον καὶ διὰ τὸ βούλεσθαι τοῖς ἐπιφανεστάτοις χαρίζεσθαι συνῆγον τὴν σύγκλητον οὐ τὴν ὑπὸ τούτου καταλεγεῖσαν, ἀλλὰ τὴν ὑπὸ τῶν προγεγενημένων τιμητῶν καταγραφεῖσαν·
ὁ δὲ δῆμος τούτοις μὲν ἀντιπράττων, τῷ δὲ Ἀππίῳ συμφιλοτιμούμενος καὶ τὴν τῶν συγγενῶν προαγωγὴν βεβαιῶσαι βουλόμενος ἀγορανόμον εἵλετο τῆς ἐπιφανεστέρας ἀγορανομίας υἱὸν ἀπελευθέρου Γναῖον Φλάυιον, ὃς πρῶτος Ῥωμαίων ἔτυχε ταύτης τῆς ἀρχῆς πατρὸς ὢν δεδουλευκότος. ὁ δʼ Ἄππιος τῆς ἀρχῆς ἀπολυθεὶς καὶ τὸν ἀπὸ τῆς συγκλήτου φθόνον εὐλαβηθεὶς προσεποιήθη τυφλὸς εἶναι καὶ κατʼ οἰκίαν ἔμενεν.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖς Ἠλείοις ὀλυμπιὰς ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδης Τεγεάτης. κατὰ δὲ τούτους τοὺς χρόνους Πτολεμαῖος μὲν ἐκ τῆς Μύνδου πλεύσας ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε. κομισθεὶς δʼ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεως. τὰς δὲ αἰτίας διʼ ἃς ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότες ἐν ταῖς πρὸ ταύτης βίβλοις τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν.
ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν· ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθʼ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον.
ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δʼ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον. ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου.
διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον· ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν.
ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρʼ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον· ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν.
ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.
ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.
κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δʼ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις.
οἱ δὲ Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν· ἐπεὶ δʼ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις.
καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστʼ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν. ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν ἄλλην στρατοπεδείαν τῶν πολεμίων.
οἱ δὲ Καρχηδόνιοι τὴν ἐπίνοιαν αὐτοῦ κατανοήσαντες ἐξήγαγον τὴν στρατιὰν ἐκ τῆς παρεμβολῆς καὶ παρατάξαντες ἕτοιμοι πρὸς μάχην καθειστήκεισαν. ἐπεὶ δʼ ἑώρων τοὺς περὶ τὸν Ἀγαθοκλέα διαβαίνοντας ἤδη τὸν ποταμόν, συντεταγμένοι ἐνέβαλον καὶ περὶ τὸ ῥεῖθρον δυσπέρατον ὑπάρχον πολλοὺς τῶν ἐναντίων ἀνῄρουν.
προσβιαζομένων δὲ τῶν μετʼ Ἀγαθοκλέους οἱ μὲν Ἕλληνες ταῖς ἀρεταῖς ὑπερεῖχον, οἱ δὲ βάρβαροι τοῖς πλήθεσι περιεγίνοντο. ἔνθα δὴ τῶν στρατοπέδων ἐπὶ πολὺν χρόνον φιλοτίμως ἀγωνιζομένων οἱ παρʼ ἀμφοτέροις Νομάδες τῆς μὲν μάχης ἀφειστήκεισαν, ἐπετήρουν δὲ τὸ τέλος τοῦ κινδύνου, διεγνωκότες τῶν ἡττημένων τὰς ἀποσκευὰς διαρπάσαι.
Ἀγαθοκλῆς δὲ τοὺς ἀρίστους ἔχων περὶ αὑτὸν πρῶτος ἐβιάσατο τοὺς ἀνθεστηκότας καὶ τῇ τούτων τροπῇ τοὺς λοιποὺς βαρβάρους φυγεῖν ἐποίησεν· μόνοι δὲ τῶν ἱππέων οἱ συναγωνιζόμενοι τοῖς Καρχηδονίοις Ἕλληνες, ὧν Κλίνων ἡγεῖτο, τοὺς περὶ τὸν Ἀγαθοκλέα βαρεῖς ἐπικειμένους ὑπέστησαν. ἀγωνισαμένων δʼ αὐτῶν λαμπρῶς οἱ πλεῖστοι μὲν ἀνῃρέθησαν μαχόμενοι γενναίως, οἱ δὲ περιλειφθέντες τύχῃ τινὶ διεσώθησαν.
ὁ δʼ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὥρμησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει τοὺς Καρχηδονίους. οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν.
ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἷοί τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὥρμησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον. ἐρήμου δʼ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν.
ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν.
ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δʼ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.
οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων·
Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.
ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην. οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.
ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων.
διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον.
τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει· ὥσθʼ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.
ὁ δʼ οὖν Ὀφέλλας, ἐπειδὴ πάντʼ αὐτῷ πρὸς τὴν στρατείαν κατεσκεύαστο λαμπρῶς, ἐξώρμησε μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ ἑξακοσίους, ἅρματα δὲ ἑκατόν, ἡνιόχους δὲ καὶ παραβάτας πλείους τῶν τριακοσίων. ἠκολούθουν δὲ καὶ τῶν ἔξω τάξεως λεγομένων οὐκ ἐλάττους μυρίων· πολλοὶ δὲ τούτων τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην παρασκευὴν ἦγον, ὥστε ἐμφερῆ τὴν στρατιὰν ὑπάρχειν ἀποικίᾳ.
ὀκτωκαίδεκα μὲν οὖν ἡμέρας ὁδοιπορήσαντες καὶ διελθόντες σταδίους τρισχιλίους κατεσκήνωσαν περὶ Αὐτόμαλα· ἐντεῦθεν δὲ πορευομένοις ὑπῆρχεν ὄρος ἐξ ἀμφοτέρων τῶν μερῶν ἀπόκρημνον, ἐν μέσῳ δʼ ἔχον φάραγγα βαθεῖαν, ἐξ ἧς ἀνέτεινε λισσὴ πέτρα πρὸς ὀρθὸν ἀνατείνουσα σκόπελον·
περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν· διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατετυπῶσθαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη. τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν.
διὸ καὶ καθʼ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν.
ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως. μὴ πολυπραγμονούσης οὖν αὐτῆς κατʼ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν· καὶ διὰ τοῦτʼ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν.
ὅτι δὲ κατὰ τὴν Λιβύην γέγονεν αὕτη καὶ τὸν Εὐριπίδην δείξαι τις ἂν μαρτυροῦντα· λέγει γὰρ τίς τοὔνομα τὸ ἐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν. καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον. τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.
εἶθʼ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατʼ αὐτῶν ἥκουσαν· ὁ δʼ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφʼ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους.
εἶθʼ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν·
ὁ δʼ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης. Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.