Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

43.7 Αἰγέα δὲ θεασάμενον τὸν κατάπλουν, καὶ δόξαντα τεθνηκέναι τὸν υἱόν, ἡρωικὴν ἅμα πρᾶξιν καὶ συμφορὰν ἐπιτελέσασθαι· ἀναβάντα γὰρ εἰς τὴν ἀκρόπολιν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς λύπης προσκόψαντα τῷ ζῆν, ἑαυτὸν κατακρημνίσαι.
48.2 διόπερ ἀθυμία τὸ στρατόπεδον ὑπεδύετο καὶ δέος, ἀνακάμπτειν μὲν εἰς ἀπώλειαν οὐ βουλομένων, προάγειν δὲ διὰ τὸ πλῆθος τῶν χιόνων οὐ δυναμένων. τοῦ δὲ χειμῶνος ἐπίτασιν λαμβάνοντος ἐπεγενήθη πνευμάτων μέγεθος μετὰ πολλῆς χαλάζης, ὥστε τοῦ συρμοῦ κατὰ πρόσωπον ὄντος ἀναγκασθῆναι καθίσαι τὴν δύναμιν ἅπασαν· ἕκαστος γὰρ τὴν ἐκ τῆς ὁδοιπορίας κακοπάθειαν ὑπομένειν ἀδυνατῶν, οὗ ποτε τύχοι, μένειν ἠναγκάζετο.
43.8 μετὰ δὲ τὴν Αἰγέως τελευτὴν Θησεὺς διαδεξάμενος τὴν βασιλείαν ἦρχε τοῦ πλήθους νομίμως καὶ πολλὰ πρὸς αὔξησιν τῆς πατρίδος ἔπραξεν. ἐπιφανέστατον δὲ συνετελέσθη τὸ τοὺς δήμους, ὄντας μικροὺς μὲν τοῖς μεγέθεσι, πολλοὺς δὲ τὸν ἀριθμόν, μεταγαγεῖν εἰς τὰς Ἀθήνας·
48.3 ἀποροῦντες δὲ πάντων τῶν ἀναγκαίων ἐκείνην μὲν τὴν ἡμέραν καὶ τὴν νύκτα διεκαρτέρουν ὑπαίθριοι, πολλοῖς συνεχόμενοι κακοῖς· διὰ γὰρ τὸ πλῆθος τῆς κατὰ τὸ συνεχὲς ἐκχεομένης χιόνος τά τε ὅπλα πάντα συνεκαλύφθη καὶ τὰ σώματα διὰ τὸν ἀπὸ τῆς αἰθρίας πάγον περιεψύχετο. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κακῶν ὅλην τὴν νύκτα διηγρύπνουν· καὶ τινὲς μὲν πῦρ ἐκκαύσαντες τῆς ἀπὸ τούτου βοηθείας ἐτύγχανον, τινὲς δὲ περικαταληφθέντες ὑπὸ τοῦ πάγου τὰ σώματα πᾶσαν ἀπεγίνωσκον ἐπικουρίαν, τῶν ἀκρωτηρίων αὐτοῖς σχεδὸν ἁπάντων ἀπονεκρουμένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi