Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

43.5 ἀνακομιζόμενος δʼ εἰς τὴν πατρίδα καὶ κλέψας τὴν Ἀριάδνην ἔλαθεν ἐκπλεύσας νυκτός, καὶ κατῆρεν εἰς νῆσον τὴν τότε μὲν Δίαν, νῦν δὲ Νάξον προσαγορευομένην. καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι Διόνυσον ἐπιφανέντα, καὶ διὰ τὸ κάλλος τῆς Ἀριάδνης ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον, ἔχειν αὐτὴν ὡς γυναῖκα γαμετὴν ἀγαπωμένην διαφερόντως. μετὰ γοῦν τὴν τελευτὴν αὐτῆς διὰ τὴν φιλοστοργίαν ἀθανάτων καταξιῶσαι τιμῶν, καταστερίσαντα τὸν ἐν οὐρανῷ στέφανον Ἀριάδνης.
47.7 διελθόντες οὖν τὴν προειρημένην χώραν ἐπιπόνως παρεγενήθησαν πρὸς τὸν Κεντρίτην ποταμόν· ὃν διαβάντες εἰσέβαλον εἰς τὴν Ἀρμενίαν. ταύτης δʼ ἦν σατράπης Τιρίβαζος, πρὸς ὃν σπεισάμενοι διεπορεύοντο τὴν χώραν ὡς φίλοι.
43.6 τοὺς δὲ περὶ τὸν Θησέα φασὶ διὰ τὴν ἁρπαγὴν τῆς κόρης δυσφοροῦντας ἰσχυρῶς, καὶ διὰ τὴν λύπην ἐπιλαθομένους τῆς Αἰγέως παραγγελίας, τοῖς μέλασιν ἱστίοις καταπλεῖν εἰς τὴν Ἀττικήν.
28.1 ὁδοιποροῦντες δὲ διὰ τῶν Ἀρμενίων ὀρῶν ἐλήφθησαν ὑπὸ χιόνος πολλῆς, καὶ παρεκινδύνευσαν ἀπολέσθαι πάντες. τοῦ γὰρ ἀέρος τεταραγμένου τὸ μὲν πρῶτον κατʼ ὀλίγον ἤρξατο χιὼν πίπτειν ἐκ τοῦ περιέχοντος, ὥστε τοὺς ὁδοιποροῦντας μηδὲν ἐμποδίζεσθαι τῆς εἰς τοὔμπροσθεν πορείας· μετὰ δὲ ταῦτα πνεύματος ἐπιγινομένου μᾶλλον αἰεὶ κατερρίπτετο καὶ τὴν χώραν ἐπεκάλυπτεν, ὥστε μηκέτι δύνασθαι μήτε τὰς ὁδοὺς μήτε ὁλοσχερῶς τὰς ἰδιότητας τῶν τόπων θεωρεῖσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi