Kitap 20
37.2
Γληνέα καὶ Ὁδίτην. τῶν δʼ ἐκπεσόντων Δρυόπων οἱ μὲν εἰς τὴν Εὔβοιαν καταντήσαντες ἔκτισαν πόλιν Κάρυστον, οἱ δʼ εἰς Κύπρον τὴν νῆσον πλεύσαντες καὶ τοῖς ἐγχωρίοις ἀναμιχθέντες ἐνταῦθα κατῴκησαν, οἱ δὲ λοιποὶ τῶν Δρυόπων καταφυγόντες ἐπὶ τὸν Εὐρυσθέα βοηθείας ἔτυχον διὰ τὴν ἔχθραν τὴν πρὸς Ἡρακλέα· τούτου γὰρ αὐτοῖς συνεργοῦντος τρεῖς πόλεις ᾤκισαν ἐν Πελοποννήσῳ, Ἀσίνην καὶ Ἑρμιόνην, ἔτι δʼ Ἠιόνα.
37.3
μετὰ δὲ τὴν Δρυόπων ἀνάστασιν, πολέμου συνεστῶτος τοῖς Δωριεῦσι τοῖς τὴν Ἑστιαιῶτιν καλουμένην οἰκοῦσιν, ὧν ἐβασίλευεν Αἰγίμιος, καὶ τοῖς Λαπίθαις τοῖς περὶ τὸν Ὄλυμπον ἱδρυμένοις, ὧν ἐδυνάστευε Κόρωνος ὁ Καινέως, ὑπερεχόντων δὲ τῶν Λαπιθῶν πολὺ ταῖς δυνάμεσιν, οἱ Δωριεῖς κατέφυγον ἐπὶ τὸν Ἡρακλέα, καὶ σύμμαχον αὐτὸν ἐκάλεσαν ἐπὶ τρίτῳ μέρει τῆς Δωρίδος χώρας καὶ τῆς βασιλείας· πείσαντες δὲ κοινῇ τὴν ἐπὶ τοὺς Λαπίθας στρατείαν ἐποιήσαντο. ὁ δʼ Ἡρακλῆς ἔχων ἀεὶ τοὺς μεθʼ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας, καὶ μετὰ τούτων χειρωσάμενος τοὺς Λαπίθας, αὐτόν τε τὸν βασιλέα Κόρωνον ἀνεῖλε καὶ τῶν ἄλλων τοὺς πλείστους κατακόψας ἠνάγκασεν ἐκχωρῆσαι τῆς ἀμφισβητησίμου χώρας.