Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

24.1 ἐκ δὲ θατέρου μέρους Ἀριδαῖος ὁ Κύρου σατράπης τεταγμένος ἐπὶ τῆς ἡγεμονίας τὸ μὲν πρῶτον εὐρώστως ἐδέξατο τοὺς ἐπιόντας βαρβάρους· μετὰ δὲ ταῦτα τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης κυκλούμενος καὶ τὴν Κύρου τελευτὴν πυθόμενος, ἔφυγε μετὰ τῶν ἰδίων στρατιωτῶν πρός τινα τῶν ἰδίων σταθμῶν, ἔχοντα καταφυγὴν οὐκ ἀνεπιτήδειον.
57.3 ἔτι δὲ Ἰόλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι.
43.2 Κλέαρχος δὲ θεωρῶν τήν τε μέσην τάξιν καὶ τἄλλα μέρη τῶν συμμάχων τετραμμένα, τοῦ μὲν διώκειν ἀπέστη, τοὺς δὲ στρατιώτας ἀνακαλούμενος καθίστα· εὐλαβεῖτο γὰρ μήποτε πάσης τῆς δυνάμεως ἐπὶ τοὺς Ἕλληνας ἐλθούσης κυκλωθῶσι καὶ πάντες ἀπόλωνται.
39.4 οἱ δʼ Ἡρακλεῖδαι καὶ οἱ μετʼ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος· ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους. μηδεμιᾶς δὲ τολμώσης ὐποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρʼ αὐτοῖς ἐπιείκειαν προσεδέξαντο τοὺς Ἡρακλείδας· κατῴκισαν δὲ αὐτοὺς μετὰ τῶν συμφυγόντων εἰς Τρικόρυθον πόλιν, ἥτις ἐστὶ μία τῆς ὀνομαζομένης τετραπόλεως.
43.3 οἱ δὲ μετὰ τοῦ βασιλέως ταχθέντες ἐπειδὴ τὰ καθʼ αὑτοὺς ἐτρέψαντο, πρῶτον μὲν τὴν ἀποσκευὴν τοῦ Κύρου διήρπασαν, μετὰ δὲ ταῦτα ἤδη νυκτὸς ἐπελθούσης ἀθροισθέντες ἐπὶ τοὺς Ἕλληνας ὥρμησαν· ὧν δεξαμένων τὴν ἔφοδον εὐγενῶς, ὀλίγον μὲν χρόνον ὑπέμενον οἱ βάρβαροι, μετʼ ὀλίγον δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις νικώμενοι πρὸς φυγὴν ὥρμησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi