Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

37.6 μετὰ δὲ ταῦτα Θησέως ἐπανελθόντος ἐκ Τροιζῆνος εἰς τὰς Ἀθήνας, ἐγκληθεῖσαν ἐπὶ φαρμακείᾳ φυγεῖν ἐκ τῆς πόλεως· δόντος δʼ Αἰγέως τοὺς παραπέμψοντας εἰς ἣν βούλοιτο χώραν, εἰς τὴν Φοινίκην κομισθῆναι.
22.4 ὀρύξας οὖν τάφρον τὸ μὲν πλάτος ποδῶν ἑξήκοντα, τὸ δὲ βάθος ποδῶν δέκα, περιέθηκε κύκλῳ τὰς συνακολουθούσας ἁρμαμάξας καθαπερεὶ τεῖχος. καταλιπὼν δʼ ἐν τῇ παρεμβολῇ τὴν ἀποσκευὴν καὶ τὸν ἀχρεῖον ὄχλον, ἐπὶ μὲν ταύτης ἱκανὴν φυλακὴν παρέστησεν, αὐτὸς δὲ τὴν δύναμιν εὔζωνον προαγαγὼν ἀπήντα τοῖς πολεμίοις ἐγγὺς ὑπάρχουσιν.
37.7 ἐντεῦθεν δʼ εἰς τοὺς ἄνω τόπους τῆς Ἀσίας ἀναβᾶσαν συνοικῆσαί τινι τῶν ἐπιφανῶν βασιλέων, ἐξ οὗ γεννῆσαι παῖδα Μῆδον· καὶ τὸν παῖδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν διαδεξάμενον τὴν βασιλείαν θαυμασθῆναί τε κατὰ τὴν ἀνδρείαν καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Μήδους ὀνομάσαι.
22.5 ὁ δὲ Κῦρος ὡς εἶδε προϊοῦσαν τὴν τοῦ βασιλέως στρατιάν, εὐθὺς εἰς τάξεις κατέστησε τὸ σφέτερον στρατόπεδον. τὸ μὲν οὖν δεξιὸν κέρας παρὰ τὸν Εὐφράτην παρεκτεῖνον πεζοὶ μὲν ἐπεῖχον Λακεδαιμόνιοι καί τινες τῶν μισθοφόρων, ὧν ἁπάντων Κλέαρχος ὁ Λακεδαιμόνιος ἀφηγεῖτο· συνηγωνίζοντο δʼ αὐτῷ τῶν ἱππέων οἱ συναχθέντες ἀπὸ Παφλαγονίας, ὄντες ὑπὲρ τοὺς χιλίους· τὸ δὲ θάτερον μέρος ἐπεῖχον οἵ τʼ ἀπὸ Φρυγίας καὶ Λυδίας, ἔτι δὲ τῶν ἱππέων περὶ χιλίους, ὧν εἶχε τὴν ἡγεμονίαν Ἀριδαῖος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi