Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

75.2 φασὶ δʼ αὐτὸν καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλλων σφετερίζεσθαι. παραδεδόσθαι δʼ αὐτὸν καὶ κήρυκα τῶν θεῶν, ἔτι δʼ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων ἑρμηνεύειν· ἀφʼ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον τῶν ἄλλων.
1.1 παρʼ ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς.
75.3 εἰσηγητὴν δʼ αὐτὸν καὶ παλαίστρας γενέσθαι, καὶ τὴν ἀπὸ τῆς χελώνης λύραν ἐπινοῆσαι μετὰ τὴν Ἀπόλλωνος πρὸς Μαρσύαν σύγκρισιν, καθʼ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μεταμεληθῆναι, καὶ τὰς ἐκ τῆς κιθάρας χορδὰς ἐκρήξαντα μέχρι τινὸς χρόνου τῆς ἐν αὐτῇ μουσικῆς ἀποστῆναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi