Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

22.6 καὶ τὸ μὲν πρῶτον ἐπέκειτο φονεύων τοὺς ἀεὶ καταλαμβανομένους· μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν Εὔμηλον προτερεῖν περὶ τὸ δεξιὸν κέρας καὶ τοὺς παρʼ αὐτῷ μισθοφόρους τετράφθαι τοῦ μὲν διώκειν ἀπέστη, παραβοηθήσας δὲ τοῖς ἡττημένοις καὶ τὸ δεύτερον αἴτιος γενόμενος τῆς νίκης ἅπαν ἐτρέψατο τῶν πολεμίων τὸ στρατόπεδον, ὥστε πᾶσι γενέσθαι φανερὸν ὅτι καὶ κατὰ γένος καὶ κατʼ ἀρετὴν προσῆκον ἦν αὐτῷ διαδέχεσθαι τὴν πατρῴαν βασιλείαν.
23.1 οἱ δὲ περὶ τὸν Ἀριφάρνην καὶ τὸν Εὔμηλον λειφθέντες ἐν τῇ μάχῃ συνέφυγον εἰς τὰ βασίλεια. ταῦτα δʼ ἔκειτο μὲν παρὰ τὸν Θάτην ποταμόν, ὃς περιρρέων αὐτὰ καὶ βάθος ἔχων ἱκανὸν ἐποίει δυσπρόσιτα, περιείχετο δὲ κρημνοῖς μεγάλοις, ἔτι δʼ ὕλης πλήθει, τὰς πάσας εἰς2βολὰς δύο ἔχοντα χειροποιήτους, ὧν ἡ μὲν ἦν ἐν αὐτοῖς τοῖς βασιλείοις, ὠχυρωμένη πύργοις ὑψηλοῖς καὶ προτειχίσμασιν, ἡ δʼ ἐκ θατέρου μέρους ἐν ἕλεσιν ὑπῆρχε, φρουρουμένη ξυλίνοις ἐρύμασι, διεστύλωτο δὲ δοκοῖς, ὑπεράνω δὲ τῶν ὑδάτων εἶχε τὰς οἰκήσεις. τοιαύτης δʼ οὔσης τῆς περὶ τὸν τόπον ὀχυρότητος τὸ μὲν πρῶτον ὁ Σάτυρος τήν τε χώραν τῶν πολεμίων ἐδῄωσε καὶ τὰς κώμας ἐνεπύρισεν, ἐξ ὧν αἰχμάλωτα σώματα καὶ λείας πλῆθος ἤθροισε.
23.2 μετὰ δὲ ταῦτα ἐγχειρήσας διὰ τῶν παρόδων βιάζεσθαι, κατὰ μὲν τὸ προτείχισμα καὶ τοὺς πύργους πολλοὺς ἀποβαλὼν τῶν στρατιωτῶν ἀπεχώρησε, κατὰ δὲ τὰ ἕλη βιασάμενος ἐκράτησε τῶν ξυλίνων φρουρίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi