Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

51.6 τῇ τετάρτῃ δʼ ἡμέρᾳ γνόντες τὴν ἀλήθειαν, τάς τε πύλας ἐξέκοψαν καὶ τὴν πόλιν ἐλυμαίνοντο, χωρὶς ὀλίγων οἰκιῶν ἐν τῷ Παλατίῳ. μετὰ δὲ ταῦτα προσβολὰς ποιούμενοι καθʼ ἡμέραν πρὸς ὀχυροὺς τόπους, οὐθὲν μὲν ἀξιόλογον ἔβλαπτον τοὺς ὑπεναντίους, ἑαυτῶν δὲ πολλοὺς ἀπέβαλλον· ὅμως δʼ οὐκ ἀφίσταντο τῆς φιλοτιμίας, ἐλπίζοντες, ἐὰν μὴ βίᾳ κρατήσωσι, τῷ γε χρόνῳ πάντως τῶν ἀναγκαίων ἐκλιπόντων καταπονήσειν.
67.3 ἐξ ὧν ἐκκάεται τὸ πῦρ. τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνομάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, διʼ ὧν καὶ δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν· ἅ τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι. προσάπτουσι δὲ τῇ θεῷ ταύτῃ καὶ τὰ πρὸς ἀνανέωσιν καὶ μνήμην γινόμενα παρὰ τοῖς ἀνθρώποις, ἀφʼ ὧν δὴ καὶ τῆς προσηγορίας τυχεῖν αὐτὴν ταύτης.
52.1 τῶν δὲ Ῥωμαίων ἐν τοιαύταις ταραχαῖς ὄντων, οἱ παροικοῦντες Τυρρηνοὶ μετὰ δυνάμεως ἁδρᾶς ἐπεπορεύοντο τὴν τῶν Ῥωμαίων χώραν λεηλατοῦντες, καὶ πολλῶν μὲν σωμάτων, οὐκ ὀλίγης δʼ ὠφελείας ἐγκρατεῖς ἐγένοντο. οἱ δʼ εἰς τοὺς Βηίους τῶν Ῥωμαίων πεφευγότες ἀπροσδοκήτως τοῖς Τυρρηνοῖς ἐπιπεσόντες ἐτρέψαντο, καὶ τήν τε λείαν ἀφείλαντο καὶ τῆς παρεμβολῆς ἐκυρίευσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi