Kitap 20
51.3
ἀνθίστασθαι μὲν γὰρ ἀδύνατον εἶναι διελάμβανον, ἁπάντων τῶν νέων ἀπολωλότων, φεύγειν δὲ μετὰ τέκνων καὶ γυναικῶν ἐπικίνδυνον ἦν λίαν, τῶν πολεμίων ἐγγὺς ὑπαρχόντων. πολλοὶ μὲν οὖν τῶν ἰδιωτῶν πανοίκιοι πρὸς τὰς ἀστυγείτονας πόλεις ἔφευγον, οἱ δʼ ἄρχοντες τῆς πόλεως παραθαρσύνοντες τὰ πλήθη προσέταττον ταχέως ἐπὶ τὸ Καπετώλιον τόν τε σῖτον καὶ τὰ λοιπὰ τῶν ἀναγκαίων ἀποκομίζειν.
13.6
διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδίκημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς σνντελεῖσθαι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας. περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν· οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν, ὥστε θεοὶ δʼ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες, νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τʼ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες· θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι. ἄλλα τε πολλὰ τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐπὶ γαίῃ εὔφρονες ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν, ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι. περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν.