Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

61.2 καὶ μερίσασθαι τὸ καλούμενον Δώτιον πεδίον. ἐνταῦθα δὲ τὸ τέμενος τῆς Δήμητρος ἐκκόψαντα τῇ μὲν ὕλῃ καταχρῆσθαι πρὸς βασιλείων κατασκευήν· δι’ ἣν αἰτίαν ὑπὸ τῶν ἐγχωρίων μισηθέντα φυγεῖν ἐκ Θετταλίας, καὶ καταπλεῦσαι μετὰ τῶν συμπλευσάντων λαῶν εἰς τὴν Κνιδίαν, ἐν ᾗ κτίσαι τὸ καλούμενον ἀπʼ αὐτοῦ Τριόπιον.
111.1 Διονυσίου δὲ σχεδὸν ἑνδέκατον μῆνα Ῥήγιον πολιορκοῦντος καὶ τὰς πανταχόθεν βοηθείας ἀποκεκλεικότος, εἰς δεινὴν σπάνιν τῶν ἀναγκαίων οἱ κατὰ τὴν πόλιν παρεγενήθησαν· φασὶ γὰρ παρὰ τοῖς Ῥηγίνοις κατʼ ἐκεῖνον τὸν καιρὸν πέντε μνῶν γενέσθαι τὸν μέδιμνον τοῦ σίτου.
61.3 ἐντεῦθεν δʼ ὁρμώμενον τήν τε Χερρόνησον κατακτήσασθαι καὶ τῆς ὁμόρου Καρίας πολλήν. περὶ δὲ τοῦ γένους τοῦ Τριόπα πολλοὶ τῶν συγγραφέων καὶ ποιητῶν διαπεφωνήκασιν· οἱ μὲν γὰρ ἀναγράφουσιν αὐτὸν υἱὸν εἶναι Κανάχης τῆς Αἰόλου καὶ Ποσειδῶνος, οἱ δὲ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης τῆς Πηνειοῦ.
111.2 καταπονούμενοι δὲ τῇ σιτοδείᾳ τὸ μὲν πρῶτον τούς τε ἵππους καὶ τἄλλα ὑποζύγια κατέφαγον, μετὰ δὲ ταῦτα δέρματα καθέψοντες ἐσιτοῦντο, τὸ δὲ τελευταῖον ἐκ τῆς πόλεως ἐξιόντες τὴν πρὸς τοῖς τείχεσι βοτάνην ἤσθιον καθαπερεί τινα θρέμματα· οὕτως ἡ τῆς φύσεως ἀνάγκη τὴν ἀνθρωπίνην δίαιταν εἰς ἀλόγων ζῴων τροφὰς καταφυγεῖν ἐβιάζετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi