Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

109.1 τῶν δʼ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέθριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας. ἔπεμψε δὲ καὶ ῥαψῳδοὺς τοὺς κρατίστους, ὅπως ἐν τῇ πανηγύρει τὰ ποιήματα αὐτοῦ προφερόμενοι ποιήσωσιν ἔνδοξον τὸν Διονύσιον· σφόδρα γὰρ εἰς τὴν ποιητικὴν ὑπῆρχε μεμηνώς.
5.2 βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων. οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον καὶ ἐπὶ μὲν ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου· διόπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφʼ ἧς ἐστιν ἀφορᾶν τὴν Κρήτην.
45.2 τούτων δʼ ἐπιμελητὴν συνεξέπεμψε Θεαρίδην τὸν ἀδελφόν· ὃς ἐπεὶ παρεγένετο εἰς τὴν πανήγυριν, ἐπὶ μὲν τῷ κάλλει τῶν σκηνῶν καὶ τῷ πλήθει τῶν τεθρίππων ἦν περίβλεπτος· ὡς δʼ ἐπεβάλονθʼ οἱ ῥαψῳδοὶ προφέρεσθαι τοῦ Διονυσίου τὰ ποιήματα, κατʼ ἀρχὰς μὲν διὰ τὴν εὐφωνίαν τῶν ὑποκριτῶν συνέδραμε τὰ πλήθη καὶ πάντες ἐθαύμαζον· μετὰ δὲ ταῦτα ἀναθεωροῦντες τὴν κακίαν τῶν ποιημάτων, διεγέλων τὸν Διονύσιον καὶ κατεγίνωσκον ἐπὶ τοσοῦτον, ὥστε τινὰς τολμῆσαι διαρπάζειν τὰς σκηνάς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi