Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

44.5 οὗτοι μὲν οὖν πολλάκις ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἀγωνιζόμενοι πρὸ τῶν τειχῶν, τήν τε τῶν πολεμίων ὀργὴν ἐξέκαυσαν καὶ πολλοὺς μὲν ἑαυτῶν ἀπέβαλον, οὐκ ὀλίγους δὲ καὶ τῶν Σικελιωτῶν ἀνεῖλον.
4.5 τοῦ δʼ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φόρβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· οὗτος δʼ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων, ζητῶν χώραν εἰς κατοίκησιν· τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ, γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν.
44.6 καὶ αὐτὸν δὲ τὸν Διονύσιον συνέβη λόγχῃ πληγέντα παρὰ τὸν βουβῶνα παρʼ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν ἐκ τοῦ τραύματος. χρονιζούσης δὲ τῆς πολιορκίας διὰ τὸ τοὺς Ῥηγίνους ἀνυπέρβλητον εἰσφέρεσθαι σπουδὴν ὑπὲρ τῆς ἐλευθερίας, Διονύσιος τὰς μὲν δυνάμεις συνεῖχεν ἐν ταῖς καθʼ ἡμέραν προσβολαῖς καὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν οὐκ ἐγκατέλειπεν.
5.1 ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμόν, ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi