Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

37.9 τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν. διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.
34.5 συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας, καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον τὸν τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ τὸν Ἀλφειόν. διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῷ μεγίστῳ τῶν θεῶν, Ὀλυμπίαν ἀπʼ ἐκείνου προσαγορεῦσαι. ὑποστησάμενον δʼ ἱππικὸν ἀγῶνα καὶ γυμνικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων.
20.1 ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήθη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν· αὕτη δʼ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δʼ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καθʼ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα· ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καθʼ ἣν ἐνῳκοδόμηνται πύλαι.
34.6 διὰ δὲ τὴν παρὰ τοῖς Ἀργοναύταις γενομένην ἀποδοχὴν αὐτοῦ κατὰ τὴν στρατείαν οὐ μετρίως δοξασθέντος, προσγενέσθαι τὴν ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξαν, ὥστε πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ὑπάρχειν καὶ παρὰ ταῖς πλείσταις πόλεσι γνωσθέντα πολλοὺς ἔχειν ἐπιθυμητὰς τῆς φιλίας, οὓς προθύμους εἶναι μετασχεῖν παντὸς κινδύνου.
20.2 διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον· διʼ οὗ πορευθεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο. Συέννεσις δʼ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi