Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

1.2 τοῦ δὲ κατακλυσμοῦ γενομένου τοὺς μὲν ἄλλους διαφθαρῆναι, τῆς δὲ νήσου διὰ τὴν ἐπομβρίαν ἐπιπολασάντων τῶν ὑγρῶν λιμνάσαι τοὺς ἐπιπέδους τόπους, ὀλίγους δʼ εἰς τὰ μετέωρα τῆς νήσου συμφυγόντας διασωθῆναι· ἐν οἷς ὑπάρχειν καὶ τοὺς Διὸς παῖδας.
105.1 πολλῶν δʼ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέφυγε τὸ πλῆθος ἐπί τινα λόφον, ἐρυμνὸν μὲν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσθαι. ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος. τῇ δʼ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον.
1.3 ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρασθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπʼ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι· ὁ δʼ ἀληθὴς λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πηλώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν ἥλιον ἀναξηράναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπʼ αὐτοῦ Ἡλιάδας, ἑπτὰ τὸν ἀριθμόν, καὶ τοὺς ἄλλους ὁμοίως λαοὺς αὐτόχθονας.
105.2 ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι. σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi