Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

39.1 τῶν δʼ Ἑλλήνων ἀνελπίστως τηλικούτῳ περιεχομένων κινδύνῳ, κατέβαινον εἰς τὸ πεδίον οἱ βάρβαροι. γενομένης δὲ παρατάξεως, καὶ τῶν Ἰταλιωτῶν καταπολεμηθέντων ὑπὸ τοῦ πλήθους τῶν Λευκανῶν, ἔπεσον μὲν πλείους τῶν μυρίων· παρήγγελλον γὰρ οἱ Λευκανοὶ μηθένα ζωγρεῖν· τῶν δὲ λοιπῶν οἱ μὲν ἐπί τινα πρὸς τῇ θαλάσσῃ λόφον ἔφυγον, οἱ δὲ θεωροῦντες ναῦς μακρὰς προσπλεούσας καὶ νομίζοντες τὰς τῶν Ῥηγίνων εἶναι, συνέφυγον εἰς τὴν θάλασσαν καὶ διενήχοντο ἐπὶ τὰς τριήρεις.
53.4 τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε. φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.
39.2 ἦν δὲ ὁ στόλος ὁ προσπλέων Διονυσίου τοῦ τυράννου, καὶ ναύαρχος ὑπῆρχεν αὐτῷ Λεπτίνης ὁ ἀδελφός, ἀπεσταλμένος τοῖς Λευκανοῖς ἐπὶ βοήθειαν. ὁ μὲν οὖν Λεπτίνης δεξάμενος φιλανθρώπως τοὺς νηχομένους ὡς ἐπὶ τὴν γῆν ἀπεβίβασε καὶ ἔπεισε τοὺς Λευκανοὺς ὑπὲρ ἑκάστου τῶν αἰχμαλώτων λαβεῖν ἀργυρίου μνᾶν· οὗτοι δʼ ἦσαν τὸν ἀριθμὸν ὑπὲρ τοὺς χιλίους.
117.1 Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς ὁ Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο. διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi