Thesauros › Edebiyat › Tarih › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

50.5 ὁρμησάντων δὲ τῶν περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος· κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι. ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ. τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.
36.3 τέλος δὲ τοῦ Θίβρωνος μετὰ μέρους τῆς δυνάμεως ἐξελθόντος καὶ πολλὴν περιβαλομένου λείαν, ἐπελθὼν ὁ Στρούθας τόν τε Θίβρωνα μαχόμενον ἀνεῖλε, καὶ τῶν στρατιωτῶν τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ἐζώγρησεν, ὀλίγοι δʼ εἰς τὸ Κνιδίνιον φρούριον διεσώθησαν.
115.6 οἱ δʼ ἄλλοι Θρᾷκες ἑτέρας τινὰς γυναῖκας ἥρπασαν, ἐπιφανεστάτας δὲ τήν τε Ἀλωέως γυναῖκα Ἰφιμέδειαν καὶ τὴν θυγατέρα αὐτῆς Παγκράτιν· λαβόντες δʼ αὐτὰς ἀπέπλευσαν εἰς τὴν Στρογγύλην. οἱ δὲ Θρᾷκες ἀντὶ τοῦ Βούτου κατέστησαν βασιλέα τῆς νήσου Ἀγασσαμενόν, καὶ τὴν Ἀλωέως θυγατέρα Παγκράτιν κάλλει διαφέρουσαν συνῴκισαν αὐτῷ·
36.4 Θρασύβουλος δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐκ τῆς Λέσβου κομιζόμενος μετὰ τοῦ στόλου πρὸς Ἄσπενδον, ὥρμισε τὰς τριήρεις εἰς τὸν Εὐρυμέδοντα ποταμόν. χρήματα δʼ εἰληφότος αὐτοῦ παρὰ τῶν Ἀσπενδίων, ὅμως τινὲς τῶν στρατιωτῶν ἐδῄωσαν τὴν χώραν. γενομένης δὲ νυκτὸς οἱ μὲν Ἀσπένδιοι χαλεπῶς ἐνεγκόντες ἐπὶ τοῖς ἀδικήμασιν ἐπέθεντο τοῖς Ἀθηναίοις καὶ τόν τε Θρασύβουλον καί τινας τῶν ἄλλων ἀνεῖλαν· οἱ δὲ τῶν Ἀθηναίων τριήραρχοι περιδεεῖς γενόμενοι καὶ ταχὺ πληρώσαντες τὰς ναῦς, εἰς Ῥόδον ἐξέπλευσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi